- 텍스트

Plutarch, Caesar, chapter 12

(플루타르코스, Caesar, chapter 12)

τῆς γοῦν Ἰβηρίας ἐπιβὰς εὐθὺς ἦν ἐνεργός, ὥσθ ἡμέραις ὀλίγαις δέκα σπείρας συναγαγεῖν πρὸς ταῖς πρότερον οὔσαις εἴκοσι, καὶ στρατεύσας ἐπὶ Καλαϊκοὺς καὶ Λυσιτανοὺς κρατῆσαι καὶ προελθεῖν ἄχρι Τῆς ἔξω θαλάσσης τὰ μὴ πρότερον ὑπακούοντα Ῥωμαίοις ἔθνη καταστρεφόμενος.? θέμενος δὲ τὰ τοῦ πολέμου καλῶς, οὐ χεῖρον ἐβράβευε τὰ Τῆς εἰρήνης, ὁμόνοιάν τε ταῖς πόλεσι καθιστὰς, καὶ μάλιστα τὰς τῶν χρεωφειλετῶν καὶ δανειστῶν ἰώμενος διαφοράς. ἔταξε γὰρ τῶν προσιόντων τοῖς ὀφείλουσι καθ ἕκαστον ἐνιαυτὸν δύο μὲν μέρη τὸν δανειστὴν ἀναιρεῖσθαι, τῷ δὲ λοιπῷ χρῆσθαι τὸν δεσπότην, ἄχρι ἂν οὕτως ἐκλυθῇ τὸ δάνειον.

ἐπὶ τούτοις εὐδοκιμῶν ἀπηλλάγη Τῆς ἐπαρχίας, αὐτός τε πλούσιος γεγονὼς καὶ τοὺς στρατιώτας ὠφεληκὼς ἀπὸ τῶν στρατειῶν, καὶ προσηγορευμένος αὐτοκράτωρ ὑπ αὐτῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION