호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ Ἀρτοξέρξης ἓν ἀντὶ πάντων ὧν ἐλύπει τοὺς Ἕλληνας εὔφραινε, Τισαφέρνην τὸν ἔχθιστον αὐτοῖς καὶ δυσμενέστατον ἀποκτείνας.? ἀπέκτεινε δὲ ταῖς διαβολαῖς αὐτοῦ τῆς Παρυσάτιδος συνεπιθεμένης. οὐ γὰρ ἐνέμεινε τῇ ὀργῇ πολὺν χρόνον ὁ βασιλεύς, ἀλλὰ διηλλάγη τῇ μητρὶ καὶ μετεπέμψατο, νοῦν μὲν ὁρῶν ἔχουσαν καὶ φρόνημα βασιλείας ἄξιον, αἰτίας δὲ μηδεμιᾶς οὔσης ἐμποδὼν ἔτι δι ἣν ὑπόψονται συνόντες ἀλλήλοις ἢ λυπήσουσιν. ὡς οὖν ὑπώπτευσεν ἡ Παρύσατις, τὴν παῖδα μᾶλλον ἢ πρότερον ἠσπάζετο, καὶ πρὸς τὸν Ἀρτοξέρξην ἐπῄνει τό τε κάλλος αὐτῆς καὶ τὸ ἦθος, ὡς βασιλικῆς καὶ μεγαλοπρεποῦς.
τέλος οὖν γῆμαι τὴν κόρην ἔπεισε καὶ γνησίαν ἀποδεῖξαι γυναῖκα, χαίρειν ἐάσαντα δόξας Ἑλλήνων καὶ νόμους, Πέρσαις δὲ νόμον αὐτὸν ὑπὸ τοῦ θεοῦ καὶ δικαιωτὴν αἰσχρῶν καὶ καλῶν ἀποδεδειγμένον. ἔνιοι μέντοι λέγουσιν, ὧν ἐστι καὶ Ἡρακλείδης ὁ Κυμαῖος, οὐ μίαν μόνον τῶν θυγατέρων, ἀλλὰ καὶ δευτέραν, Ἄμηστριν, γῆμαι τὸν Ἀρτοξέρξην, περὶ ἧς ὀλίγον ὕστερον ἀπαγγελοῦμεν.
εὐχόμενος δὲ περὶ αὐτῆς τῇ Ἥρᾳ προσκυνῆσαι μόνην θεῶν ἐκείνην, ταῖς χερσὶ τῆς γῆς ἁψάμενος, δῶρά τε τῇ θεῷ τοσαῦτα πέμψαι τοὺς σατράπας καὶ φίλους αὐτοῦ κελεύσαντος ὥστε τὰ μεταξὺ τοῦ ἱεροῦ καὶ τῶν βασιλείων ἑκκαίδεκα στάδια χρυσοῦ καὶ ἀργύρου καὶ πορφύρας καὶ ἵππων ἐμπλησθῆναι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기