호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ λόγοσ ἐχώρει δι’ αὐτῶν πολὺσ ἀλλήλοισ παρεγγυώντων, ὡσ οὔτε ὅπλα βελτίω λαβόντεσ οὔτε ψυχὰσ ἀμείνουσ οἱ πολέμιοι τῶν ἐν Μαραθῶνι προσίασιν, ἀλλὰ ταὐτὰ μὲν ἐκείνοισ τόξα, ταὐτὰ δ’ ἐσθῆτοσ ποικίλματα καὶ χρυσὸσ ἐπὶ σώμασι μαλακοῖσ καὶ ψυχαῖσ ἀνάνδροισ· ἡμῖν δ’ ὅμοια μὲν ὅπλα καὶ σώματα, μεῖζον δὲ ταῖσ νίκαισ τὸ θάρσοσ, ὁ δ’ ἀγὼν οὐχ ὑπὲρ χώρασ καὶ πόλεωσ μόνον, ὡσ ἐκείνοισ, ἀλλ’ ὑπὲρ τῶν ἐν Μαραθῶνι καὶ Σαλαμῖνι τροπαίων, ὡσ μηδ’ ἐκεῖνα Μιλτιάδου δοκῇ καὶ τύχησ, ἀλλὰ Ἀθηναίων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기