호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τέλοσ δέ ποτε τοῦ Θεμιστοκλέουσ πράττοντόσ τι τῶν δεόντων ἀντικρούσασ καὶ περιγενόμενοσ οὐ κατέσχεν, ἀλλ’ εἶπεν ἀπὸ τῆσ ἐκκλησίασ ἀπιών, ὡσ οὐκ ἔστι σωτηρία τοῖσ Ἀθηναίων πράγμασιν, εἰ μὴ καὶ Θεμιστοκλέα καὶ αὐτὸν εἰσ τὸ βάραθρον ἐμβάλοιεν. πάλιν δὲ γράψασ τινὰ γνώμην εἰσ τὸν δῆμον, ἀντιλογίασ οὔσησ πρὸσ αὐτὴν καὶ φιλονεικίασ, ἐκράτει· μέλλοντοσ δὲ τοῦ προέδρου τὸν δῆμον ἐπερωτᾶν αἰσθόμενοσ ἐκ τῶν λόγων αὐτῶν τὸ ἀσύμφορον ἀπέστη τοῦ ψηφίσματοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기