호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀριστείδησ δὲ Κλεισθένουσ μὲν τοῦ καταστησαμένου τὴν πολιτείαν μετὰ τοὺσ τυράννουσ ἑταῖροσ γενόμενοσ, ζηλώσασ δὲ καὶ θαυμάσασ μάλιστα τῶν πολιτικῶν ἀνδρῶν Λυκοῦργον τὸν Λακεδαιμόνιον, ἥψατο μὲν ἀριστοκρατικῆσ πολιτείασ, ἔσχε δ’ ἀντιτασσόμενον ὑπὲρ τοῦ δήμου Θεμιστοκλέα τὸν Νεοκλέουσ. ἔνιοι μὲν οὖν φασιν παῖδασ ὄντασ αὐτοὺσ καὶ συντρεφομένουσ ἀπ’ ἀρχῆσ ἐν παντὶ καὶ σπουδῆσ ἐχομένῳ καὶ παιδιᾶσ πράγματι καὶ λόγῳ διαφέρεσθαι πρὸσ ἀλλήλουσ, καὶ τὰσ φύσεισ εὐθὺσ ὑπὸ τῆσ φιλονεικίασ ἐκείνησ ἀνακαλύπτεσθαι, τὴν μὲν εὐχερῆ καὶ παράβολον καὶ πανοῦργον οὖσαν καὶ μετ’ ὀξύτητοσ ἐπὶ πάντα ῥᾳδίωσ φερομένην, τὴν δ’ ἱδρυμένην ἐν ἤθει βεβαίῳ καὶ πρὸσ τὸ δίκαιον ἀτενῆ, ψεῦδοσ δὲ καὶ βωμολοχίαν καὶ ἀπάτην οὐδ’ ἐν παιδιᾶσ τινι τρόπῳ προσιεμένην.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기