- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 10, chapter 56

(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 10, chapter 56)

τοῦτο τὸ δόγμα λαβόντες οἱ δήμαρχοι προῆλθον εἰς τὴν ἐκκλησίαν καὶ ἀναγνόντες ἐν τῷ δήμῳ πολλοὺς ἐπαίνους τῆς βουλῆς καὶ τοῦ προθέντος τὴν γνώμην Ἀππίου διεξῆλθον.? ἐπεὶ δὲ κατέλαβεν ὁ τῶν ἀρχαιρεσίων καιρός, ἐκκλησίαν συναγαγόντες οἱ δήμαρχοι τούς τ ἀποδειχθέντας ὑπάτους ἥκειν ἠξίουν ἐμπεδώσοντας τῷ δήμῳ τὰς ὑποσχέσεις, κἀκεῖνοι παρελθόντες ἐξωμόσαντο τὰς ὑπατείας. τούτους ὁ δῆμος ἐπαινῶν τε καὶ θαυμάζων διετέλει, καὶ ἐπειδὴ τοὺς νομοθέτας ψηφοφορεῖν ἔδει πρώτους εἵλετο τῶν ἄλλων:

καὶ ἀπεδείχθησαν ἐν ἀρχαιρεσίαις ὑπὸ τῆς λοχίτιδος ἐκκλησίας Ἄππιος μὲν Κλαύδιος καὶ Τίτος Γενύκιος, οὓς ἔδει εἰς τοὐπιὸν ἄρχειν ἔτος, Πόπλιος δὲ Σήστιος ὁ τὸν ἐνιαυτὸν ἐκεῖνον ὑπατεύων, τρεῖς δὲ οἱ κομίσαντες παρὰ τῶν Ἑλλήνων τοὺς νόμους, Σπόριος Ποστόμιος καὶ Σερούιος Σολπίκιος καὶ Αὖλος Μάλλιος, εἷς δὲ τῶν ὑπατευσάντων τὸν παρελθόντα ἐνιαυτὸν Τίτος Ῥωμίλιος, ὁ τὴν ἐν τῷ δήμῳ δίκην Σικκίου κατηγορήσαντος ἁλούς, ἐπειδὴ γνώμης ἐδόκει ἄρξαι δημοτικῆς: ἐκ δὲ τῶν ἄλλων βουλευτῶν Γάιος Ιοὔλιος καὶ Τίτος Οὐετούριος καὶ Πόπλιος Ὁράτιος, ἅπαντες ὑπατικοί:

αἱ δὲ τῶν δημάρχων τε καὶ ἀγορανόμων καὶ ταμιῶν καὶ εἴ τινες ἦσαν ἄλλαι πάτριοι Ῥωμαίοις ἀρχαὶ κατελύθησαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION