호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετ οὐ πολὺ δὲ πάλιν τῶν δημάρχων τὸν ὑπὲρ τοῦ νόμου εἰσφερόντων λόγον αἰφνιδίως τις ἀπαγγελεῖσα πολεμίων ἔφοδος ἐπὶ τὴν τῶν Τυσκλάνων πόλιν, αἰτία κωλύσεως ἀποχρῶσα ἐγένετο.? Τυσκλάνων κατὰ πλῆθος εἰς τὴν Ῥώμην ἀφικομένων καὶ λεγόντων, ὅτι δυνάμει πολλῇ πάρεισιν ἐπ αὐτοὺς Αἰκανοὶ καὶ τὴν μὲν χώραν αὐτῶν ἤδη διηρπάκασι, τὴν δὲ πόλιν, ἐὰν μή τις γένηται ταχεῖα ἐπικουρία, φθάσουσιν ἐντὸς ὀλίγων ἡμερῶν ἀράμενοι, ἡ μὲν βουλὴ τοὺς ὑπάτους αὐτοῖς ἐψηφίσατο βοηθεῖν ἀμφοτέρους, οἱ δ ὕπατοι στρατολογίαν προθέντες ἐκάλουν τοὺς πολίτας ἅπαντας ἐπὶ τὰ ὅπλα.
ἐγένετο μὲν οὖν τις καὶ τότε στάσις ἐναντιουμένων τῇ καταγραφῇ τῶν δημάρχων καὶ τὰς ἐκ τῶν νόμων τιμωρίας οὐ συγχωρούντων ποιεῖσθαι κατὰ τῶν ἀπειθούντων:
ἔπραξαν δ οὐθέν. τοὺς ὑπάτους τἀναντία.
ὡς δ ἀνεγνώσθη τὸ δόγμα τῆς βουλῆς ἐν τῇ ἐκκλησίᾳ, πολλοὶ καὶ τοῦ δήμου τὸν ἀγῶνα ἑκόντες ὑπέμειναν:
οἱ μὲν ἐπιεικέστατοι δἰ αἰσχύνην, εἰ μηδὲν ἐπικουρήσουσι πόλει συμμάχῳ διὰ τὴν πρὸς αὐτοὺς εὔνοιαν ἀεί τι πρὸς τῶν ἐχθρῶν βλαπτομένῃ: ἐν οἷς ἦν καὶ ὁ Σίκκιος ἐκεῖνος ὁ κατηγορήσας ἐν τῷ δήμῳ τῶν σφετερισαμένων τὴν δημοσίαν γῆν, σπεῖραν ἐπαγόμενος ὀκτακοσίων ἀνδρῶν, οἳ στρατεύεσθαι μὲν οὐκέτι ὡρ´αν εἶχον, ὥσπερ οὐδ ἐκεῖνος, οὐδ ἔπιπτον ὑπὸ τὰς ἀνάγκας τῶν νόμων, τιμῶντες δὲ τὸν ἄνδρα διὰ πολλὰς καὶ μεγάλας εὐεργεσίας, ἐξιόντος ἐπὶ τὸν πόλεμον οὐκ ἐδικαίωσαν ἀπολείπεσθαι. καὶ ἦν τοῦτο τὸ μέρος τῆς ἐξελθούσης τότε δυνάμεως ἐμπειρίᾳ τε ἀγώνων καὶ τῇ παρὰ τὰ δεινὰ εὐτολμίᾳ μακρῷ τοῦ ἄλλου ἄμεινον.
οἱ δὲ πολλοὶ χάριτι καὶ παρακλήσει τῶν πρεσβυτάτων ὑπαχθέντες εἵποντο. ἦν δέ τι μέρος, ὃ τῶν ὠφελειῶν ἕνεκα τῶν ἐν ταῖς στρατείαις γινομένων πάντα κίνδυνον ἕτοιμον ἦν ὑπομένειν.
καὶ δι ὀλίγου χρόνου δύναμις ἐξῆλθε πλήθει τε ἀποχρῶσα καὶ παρασκευαῖς κεχρημένη λαμπροτάταις. οἱ μὲν οὖν πολέμιοι προακούσαντες, ὅτι μέλλουσιν ἐπ αὐτοὺς ἐξάγειν Ῥωμαῖοι στρατιάν, ἀπῆγον ἐπ οἴκου τὰς δυνάμεις.
οἱ δ ὕπατοι κατὰ σπουδὴν ἐλαύνοντες καταλαμβάνουσιν ἐστρατοπεδευκότας αὐτοὺς πόλεως Ἀντίου πλησίον ἐν ὑψηλῷ καὶ ἀποτόμῳ χωρίῳ καὶ τίθενται τὴν παρεμβολὴν τῆς ἐκείνων οὐ πρόσω. ἀγοράς τ αὐτῶν περιέκοπτον ἐξιόντες καὶ τοὺς ἐπὶ προνομὴν ἀποστελλομένους ἢ χόρτον ἵπποις ἀνεκρούοντο καὶ τοῖς πρὸς ὑδρείαν καταβαίνουσιν αἰφνιδίως ἐπετίθεντο, προὐκαλοῦντό τ αὐτοὺς πολλάκις εἰς μάχην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기