호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ τῶν Αἰγυπτίων βασιλεὺς Νεκτάνεβις ἐπυνθάνετο μὲν τὸ μέγεθος τῶν Περσικῶν δυνάμεων, ἐθάρρει δὲ μάλιστα μὲν τῇ τῆς χώρας ὀχυρότητι, δυσπροσίτου παντελῶς οὔσης τῆς Αἰγύπτου, ἔπειτα καὶ τῷ πεφράχθαι καλῶς πάσας εἰσβολὰς τάς τε ἀπὸ γῆς καὶ τὰς ἀπὸ θαλάττης.? ἑπτὰ στόμασι γὰρ τοῦ Νείλου τὰς εἰς τὸ Αἰγύπτιον πέλαγος ἐκβολὰς ποιουμένου, καθ ἕκαστον τῶν στομάτων πόλις κατεσκεύαστο πύργους μεγάλους ἔχουσα καθ ἑκάτερον τοῦ ῥείθρου καὶ ξυλίνην γέφυραν τοῦ εἴσπλου κυριεύουσαν.
μάλιστα δὲ τὸ Πηλουσιακὸν στόμα κατεσκεύασε διὰ τὸ κεῖσθαι μὲν αὐτὸ πρῶτον πρὸς τοὺς ἀπὸ Συρίας πορευομένους καὶ δοκεῖν διὰ τούτου μάλιστ ἂν ποιεῖσθαι τὴν ἔφοδον τοὺς πολεμίους. τοῦτο γὰρ ἀπετάφρευσε, καὶ διετείχισε τοὺς εἴσπλους κατὰ τοὺς εὐκαιροτάτους τόπους, καὶ τῶν προσόδων τὰς μὲν κατὰ γῆν πορευτὰς ἐποίησε λιμνάζειν, τὰς δὲ πλωτὰς χώμασιν ἐνέφραττεν.
διόπερ οὐκ ἦν ῥᾳδίως οὔτε ταῖς ναυσὶν εἰσπλέειν οὔτε τοῖς ἱππεῦσι προσπελάσαι οὔτε τοῖς πεζοῖς προσελθεῖν. οἱ δὲ περὶ τὸν Φαρνάβαζον στρατηγοί, καταλαβόντες τὸ Πηλουσιακὸν στόμα θαυμαστῶς ὠχυρωμένον καὶ στρατιωτῶν πλήθει φυλαττόμενον, τὸ μὲν διὰ τούτου βιάζεσθαι παντελῶς ἀπεδοκίμασαν, δι ἑτέρου δὲ στόματος ἔγνωσαν ποιεῖσθαι τὸν εἴσπλουν.
διὸ πλεύσαντες πελάγιοι πρὸς τὸ μὴ καθορᾶσθαι τὰς ναῦς ὑπὸ τῶν πολεμίων, κατέπλευσαν πρὸς τὸ στόμα τὸ καλούμενον Μενδήσιον, ἔχον ἠιόνα παρήκουσαν ἐφ ἱκανὸν τόπον. εἰς ταύτην ἀποβάντες μετὰ στρατιωτῶν τρισχιλίων ὅ τε Φαρνάβαζος καὶ ὁ Ἰφικράτης προῆγον ἐπὶ τὸ τετειχισμένον ἐπὶ τοῦ στόματος πολισμάτιον. ἐκβοηθησάντων δὲ τῶν Αἰγυπτίων ἱππεῦσί τε καὶ πεζοῖς τρισχιλίοις, γενομένης τε μάχης ἰσχυρᾶς καὶ τοῖς Πέρσαις πολλῶν ἐκ τῶν νεῶν προσγεγενημένων, κυκλωθέντες οἱ Αἰγύπτιοι, πολλοὶ μὲν ἀπέθανον, οὐκ ὀλίγοι δ ἐζωγρήθησαν:
οἱ δὲ περιλειφθέντες εἰς τὴν πόλιν συνεδιώχθησαν. οἱ δὲ περὶ τὸν Ἰφικράτην συνεισπεσόντες τοῖς φρουροῦσιν ἐντὸς τῶν τειχῶν, καὶ κρατήσαντες τοῦ φρουρίου, τοῦτο μὲν κατέσκαψαν, τοὺς δ ἐνοικοῦντας ἐξηνδραποδίσαντο. μετὰ δὲ ταῦτα τοῖς στρατηγοῖς ἐνέπεσε στάσις, δι ἣν τῆς ἐπιβολῆς ἐσφάλησαν.
ὁ μὲν γὰρ Ἰφικράτης παρὰ τῶν αἰχμαλώτων πυθόμενος ἔρημον εἶναι τὴν Μέμφιν, ἐπικαιροτάτην οὖσαν πόλιν τῶν κατ Αἴγυπτον, συνεβούλευεν ἐξαυτῆς ἀναπλεῖν ἐπὶ τὴν Μέμφιν πρὸ τοῦ παραγενέσθαι τὰς τῶν Αἰγυπτίων δυνάμεις: οἱ δὲ περὶ τὸν Φαρνάβαζον ᾦντο δεῖν ἀναμένειν τὴν ὅλην δύναμιν τῶν Περσῶν: ἀσφαλεστέραν γὰρ ἔσεσθαι τὴν στρατείαν ἐπὶ τὴν Μέμφιν. τοῦ δ Ἰφικράτους ἀξιοῦντος αὑτῷ δοθῆναι τοὺς παρόντας μισθοφόρους, καὶ μετ ἐκείνων ἐπαγγελλομένου κρατήσειν τῆς πόλεως, τό τε θράσος αὐτοῦ καὶ τὴν ἀρετὴν ὑπώπτευσε, μὴ κατ ἰδίαν κατάσχῃ τὴν Αἴγυπτον.
διόπερ οὐ συγχωροῦντος τοῦ Φαρναβάζου, ὁ Ἰφικράτης διεμαρτύρατο, λέγων ὡς ἐὰν παρῶσι τὴν ὀξύτητα τῶν καιρῶν, ἄπρακτον ποιήσουσι τὴν ὅλην στρατιάν. στρατηγοὶ μὲν οὖν τινες ἐφθόνουν αὐτῷ καὶ διαβολὰς ἀδίκους προσῆπτον. οἱ δ Αἰγύπτιοι πολλὴν ἀναστροφὴν λαβόντες, εἰς μὲν τὴν Μέμφιν ἐξέπεμψαν τὴν ἱκανὴν φυλακήν, ἐπὶ δὲ τὸ πεπορθημένον πολισμάτιον πάσαις ταῖς δυνάμεσι παραγενόμενοι, καὶ πολλὰ πλεονεκτοῦντες διὰ τὴν τῶν τόπων ὀχυρότητα, συμπλοκὰς ἐποιοῦντο τοῖς πολεμίοις συνεχεῖς.
αἰεὶ δὲ μᾶλλον ἐπισχύοντες πολλοὺς ἀνῄρουν τῶν Περσῶν καὶ κατεθάρρουν τῶν πολεμίων. χρονιζούσης δὲ τῆς περὶ τὸ πολισμάτιον τοῦτο στρατείας, καὶ τῶν ἐτησίων ἤδη γενομένων, ὁ Νεῖλος πληρούμενος καὶ πάντα τόπον ἐπέχων τῷ πλήθει τοῦ ῥεύματος αἰεὶ μᾶλλον ὠχύρου τὴν Αἴγυπτον.
οἱ δὲ τῶν Περσῶν ἡγεμόνες, ἀντιπραττούσης αὐτοῖς αἰεὶ τῆς περιστάσεως, ἔγνωσαν ἐκ τῆς Αἰγύπτου τὴν ἀπαλλαγὴν ποιήσασθαι. διόπερ ἐπανιόντων αὐτῶν εἰς τὴν Ἀσίαν, καὶ γενομένης διαφορᾶς τῷ Φαρναβάζῳ πρὸς τὸν Ἰφικράτην, ὑποπτεύσας ὁ Ἰφικράτης μὴ συλληφθῇ καὶ τιμωρίας τύχῃ, καθάπερ Κόνων ἔπαθεν ὁ Ἀθηναῖος, ἔκρινε λάθρᾳ φεύγειν ἐκ τοῦ στρατοπέδου:
διὸ καὶ παρασκευασάμενος πλοῖον ἔλαθε νυκτὸς ἀπαλλαγεὶς καὶ καταπλεύσας εἰς τὰς Ἀθήνας. ὁ δὲ Φαρνάβαζος πρέσβεις ἐκπέμψας κατηγόρησε τοῦ Ἰφικράτους ὡς αἰτίου γεγονότος τοῦ μὴ ληφθῆναι τὴν Αἴγυπτον.
οἱ δὲ Ἀθηναῖοι τοῖς μὲν Πέρσαις ἀπόκρισιν ἔδωκαν, ὅτι ἐὰν εὑρ´ωσιν αὐτὸν ἠδικηκότα, κολάσουσι κατὰ τὴν ἀξίαν, αὐτοὶ δὲ μετ ὀλίγον χρόνον στρατηγὸν κατέστησαν τὸν Ἰφικράτην ἐπὶ τὸ ναυτικόν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기