호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ δῆμος τῶν Ἀθηναίων διακούσας τῶν πρέσβεων ἐψηφίσατο παραχρῆμα δύναμιν ὡς πλείστην ἀποστεῖλαι τὴν ἐλευθερώσουσαν τὰς Θήβας, ἅμα μὲν τῆς εὐεργεσίας ἀποδιδοὺς τὰς χάριτας, ἅμα δὲ βουλόμενος τοὺς Βοιωτοὺς ἐξιδιώσασθαι καὶ συναγωνιστὰς ἰσχυροὺς ἔχειν κατὰ τῆς Λακεδαιμονίων ὑπεροχῆς:? τὸ γὰρ ἔθνος τοῦτο καὶ πλήθει τῶν ἀνδρῶν καὶ ἀνδρείᾳ κατὰ πόλεμον οὐδενὸς τῶν Ἑλληνικῶν ἐδόκει λείπεσθαι. τέλος δὲ Δημοφῶν κατασταθεὶς στρατηγός, καὶ παραχρῆμα πεντακισχιλίους ὁπλίτας καὶ πεντακοσίους ἱππεῖς καταλέξας, τῇ ὑστεραίᾳ τὴν δύναμιν ἅμ ἡμέρᾳ προήγαγεν ἐκ τῆς πόλεως, καὶ δρομαῖος ἠπείγετο, φθάσαι σπεύδων τοὺς Λακεδαιμονίους:
οὐδὲν δ ἧττον ὁ δῆμος παρεσκευάζετο πανδημεὶ στρατεύειν εἰς τὴν Βοιωτίαν, ἐὰν ᾖ χρεία. ὁ δὲ Δημοφῶν συντόμοις ταῖς ὁδοῖς χρησάμενος παραδόξως ἐπεφάνη τοῖς Θηβαίοις.
ὁμοίως δὲ καὶ ἐκ τῶν ἄλλων πόλεων τῶν κατὰ τὴν Βοιωτίαν πολλῶν στρατιωτῶν συνδραμόντων, ταχὺ μεγάλη δύναμις ἠθροίσθη τοῖς Θηβαίοις. ὁπλῖται μὲν γὰρ συνῆλθον οὐκ ἐλάττους τῶν μυρίων καὶ δισχιλίων, ἱππεῖς δὲ πλείους τῶν δισχιλίων.
πάντων δὲ προθύμως ἐπὶ τὴν πολιορκίαν ὁρμησάντων διελόμενοι τὰ πλήθη τὰς προσβολὰς ἐκ διαδοχῆς ἐποιοῦντο, προσκαρτεροῦντες τοῖς κινδύνοις συνεχῶς καὶ καθ ἡμέραν καὶ νυκτός.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기