- 텍스트

Diodorus Siculus, Library, book xv, chapter 17

(디오도로스 시켈로스, Library, book xv, chapter 17)

Λεπτίνης μὲν γὰρ ἐπὶ θατέρου κέρως τεταγμένος καὶ διαφέρων ἀνδρείᾳ, μαχόμενος ἡρωικῶς καὶ πολλοὺς ἀνελὼν τῶν Καρχηδονίων ἐπιφανῶς κατέστρεψε τὸν βίον:? τούτου δὲ πεσόντος οἱ Φοίνικες θαρρήσαντες καὶ βιασάμενοι τοὺς ἀντιτεταγμένους ἐτρέψαντο. Διονύσιος δὲ τὸ μὲν πρῶτον ἔχων ἐπιλέκτους τοὺς συντεταγμένους προετέρει τῶν ἀντιτεταγμένων:

ὡς δ ὁ τοῦ Λεπτίνου θάνατος ἐγνώσθη καὶ τὸ ἕτερον κέρας συνετέτριπτο, κατεπλάγησαν οἱ τοῦ Διονυσίου καὶ πρὸς φυγὴν ὡρ´μησαν. τροπῆς δὲ παντελοῦς γενομένης, οἱ μὲν Καρχηδόνιοι φιλοτιμότερον καταδιώξαντες παρήγγελλον ἀλλήλοις μηδένα ζωγρεῖν:

διὸ καὶ πάντων τῶν περικαταλαμβανομένων ἀναιρουμένων πᾶς ὁ πλησίον τόπος νεκρῶν ἐπληρώθη. τοσοῦτος δ ἐγένετο φόνος, μνησικακούντων τῶν Φοινίκων, ὥστε τοὺς ἀναιρεθέντας εὑρεθῆναι τῶν Σικελιωτῶν πλείους τῶν μυρίων καὶ τετρακισχιλίων.

οἱ δὲ περιλειφθέντες καταφυγόντες εἰς τὴν παρεμβολὴν τῆς νυκτὸς ἐπιγενομένης διεσώθησαν. οἱ δὲ Καρχηδόνιοι μεγάλῃ παρατάξει νικήσαντες ἀνεχώρησαν εἰς Πάνορμον. ἀνθρωπίνως δὲ τὴν εὐημερίαν ἐνεγκόντες ἀπέστειλαν πρεσβευτάς, δόντες ἐξουσίαν τῷ Διονυσίῳ καταλύσασθαι τὸν πόλεμον.

ἀσμένως δὲ τοῦ τυράννου προσδεξαμένου τοὺς λόγους ἐγένοντο διαλύσεις, ὥστ ἔχειν ἀμφοτέρους ὧν πρότερον ὑπῆρχον κύριοι: ἐξαίρετον δ ἔλαβον οἱ Καρχηδόνιοι τὴν τῶν Σελινουντίων πόλιν τε καὶ χώραν καὶ τῆς Ἀκραγαντίνης μέχρι τοῦ Ἁλύκου καλουμένου ποταμοῦ. ἔτισε δὲ Διονύσιος τοῖς Καρχηδονίοις τάλαντα χίλια. καὶ τὰ μὲν κατὰ Σικελίαν ἐν τούτοις ἦν. κατὰ δὲ τὴν Ἀσίαν Γλῶς ὁ ναυαρχήσας τῶν Περσῶν ἐν τῷ Κυπριακῷ πολέμῳ, ἀποστάτης ὢν τοῦ βασιλέως καὶ τούς τε Λακεδαιμονίους καὶ τὸν Αἰγυπτίων βασιλέα παρακεκληκὼς εἰς τὸν πρὸς Πέρσας πόλεμον, δολοφονηθεὶς ὑπό τινων οὐ συνετέλεσε τὴν προαίρεσιν.

μετὰ δὲ τὴν τούτου τελευτὴν Ταχὼς διαδεξάμενος τὰς τούτου πράξεις συνεστήσατο περὶ αὑτὸν δύναμιν, καὶ πόλιν ἔκτισε πλησίον τῆς θαλάσσης ἐπί τινος κρημνοῦ τὴν ὀνομαζομένην Λεύκην, ἔχουσαν ἱερὸν ἅγιον Ἀπόλλωνος. μετ ὀλίγον δὲ χρόνον αὐτοῦ τελευτήσαντος ἠμφισβήτησαν τῆς πόλεως ταύτης Κλαζομένιοι καὶ Κυμαῖοι.

τὸ μὲν οὖν πρῶτον ἐπεχείρησαν αἱ πόλεις πολέμῳ διακρίνεσθαι, μετὰ δὲ ταῦτα εἰπόντος τινὸς ἐρωτῆσαι τὸν θεόν, ποτέραν τῶν πόλεων κρίνει κυρίαν εἶναι δεῖν τῆς Λεύκης, ἔκρινεν ἡ Πυθία ταύτην ὑπάρχειν, ἥτις ἂν πρώτη θύσῃ ἐν τῇ Λεύκῃ: ὁρμηθῆναι δὲ ἐκ τῆς ἰδίας πόλεως ἅμ ἡλίῳ ἀνιόντι κατὰ τὴν ἡμέραν, ἣν ἀμφότεροι συμφώνως ὑποστήσονται. ταχθείσης δὲ τῆς ἡμέρας, οἱ μὲν Κυμαῖοι ὑπελάμβανον ἑαυτοὺς πλεονεκτεῖν διὰ τὸ τὴν αὑτῶν πόλιν ἐγγυτέρω κεῖσθαι, οἱ δὲ Κλαζομένιοι, διάστημα πλέον ἀπέχοντες, τεχνάζονταί τι τοιοῦτο πρὸς τὴν νίκην:

κληρώσαντες ἐξ ἑαυτῶν ἀποίκους ἔκτισαν πλησίον τῆς Λεύκης πόλιν, ἐξ ἧς ὁρμηθέντες ἅμ ἡλίῳ ἀνατέλλοντι ἔφθασαν τοὺς Κυμαίους τὴν θυσίαν ἐπιτελέσαντες. τούτῳ δὲ τῷ φιλοτεχνήματι γενόμενοι κύριοι τῆς Λεύκης, ἐπώνυμον ἑορτὴν ἄγειν κατ ἐνιαυτὸν ἐνεστήσαντο, τὴν πανήγυριν ὀνομάσαντες προφθάσειαν.

τούτων δὲ πραχθέντων αἱ μὲν κατὰ τὴν Ἀσίαν ἐπαναστάσεις αὐτομάτως κατελύθησαν. Λακεδαιμόνιοι δὲ μετὰ τὸν τοῦ Γλῶ καὶ τοῦ Ταχῶ θάνατον τὰς μὲν κατὰ τὴν Ἀσίαν πράξεις ἀπέγνωσαν, τὰ δὲ κατὰ τὴν Ἑλλάδα συσκευαζόμενοι, καὶ τῶν πόλεων ἃς μὲν πειθοῖ προσαγόμενοι, ἃς δὲ διὰ τῆς τῶν φυγάδων καθόδου βίᾳ χειρούμενοι, φανερῶς ἤδη τὴν ἡγεμονίαν τῆς Ἑλλάδος εἰς ἑαυτοὺς μεθίστασαν παρὰ τὰς κοινὰς συνθήκας τὰς ἐπ Ἀνταλκίδου γενομένας συνεπιλαβομένου τοῦ Περσῶν βασιλέως.

κατὰ δὲ τὴν Μακεδονίαν Ἀμύντου τοῦ βασιλέως ἡττηθέντος ὑπὸ Ἰλλυριῶν καὶ τὰ κατὰ τὴν ἀρχὴν ἀπογνόντος, πρὸς δὲ τούτοις τῷ δήμῳ τῶν Ὀλυνθίων δωρησαμένου πολλὴν τῆς ὁμόρου χώρας διὰ τὴν ἀπόγνωσιν τῆς ἑαυτοῦ δυναστείας, τὸ μὲν πρῶτον ὁ δῆμος ὁ τῶν Ὀλυνθίων τὰς προσόδους ἐλάμβανε τὰς ἐκ τῆς δοθείσης χώρας, μετὰ δὲ ταῦτ ἀνελπίστως τοῦ βασιλέως ἀναλαβόντος ἑαυτὸν καὶ τὴν ὅλην ἀρχὴν ἀνακτησαμένου οἱ μὲν Ὀλύνθιοι τὴν χώραν ἀπαιτηθέντες οὐχ οἱοῖ ἦσαν ἀποδιδόναι.

διόπερ Ἀμύντας ἰδίαν τε δύναμιν συνεστήσατο καὶ τοὺς Λακεδαιμονίους ποιησάμενος συμμάχους ἔπεισεν ἐξαποστεῖλαι στρατηγὸν καὶ δύναμιν ἀξιόλογον ἐπὶ τοὺς Ὀλυνθίους.

οἱ δὲ Λακεδαιμόνιοι κρίναντες ἀντέχεσθαι τῶν ἐπὶ Θρᾴκης τόπων, κατέλεξαν στρατιώτας ἔκ τε τῶν πολιτῶν καὶ παρὰ τῶν συμμάχων τοὺς ἅπαντας ὑπὲρ μυρίους: παραδόντες δὲ τὴν δύναμιν Φοιβίδᾳ τῷ Σπαρτιάτῃ προσέταξαν συμμαχεῖν τῷ Ἀμύντᾳ καὶ μετ ἐκείνου πολεμῆσαι τοὺς Ὀλυνθίους. ἑτέραν δὲ δύναμιν ἐπὶ Φλιουντίους ἐκπέμψαντες καὶ μάχῃ νικήσαντες ἠνάγκασαν ὑποταγῆναι τοὺς Φλιουντίους τοῖς Λακεδαιμονίοις. κατὰ δὲ τοῦτον τὸν χρόνον οἱ βασιλεῖς τῶν Λακεδαιμονίων διεφέροντο πρὸς ἀλλήλους ταῖς αἱρέσεσιν:

Ἀγησίπολις μὲν γάρ, εἰρηνικὸς ὢν καὶ δίκαιος, ἔτι δὲ καὶ συνέσει διαφέρων, ἔφη δεῖν ἐμμένειν τοῖς ὁρ´κοις καὶ παρὰ τὰς κοινὰς συνθήκας μὴ καταδουλοῦσθαι τοὺς Ἕλληνας: ἀδοξεῖν γὰρ ἀπεφήνατο τὴν Σπάρτην τοῖς μὲν Πέρσαις ἐκδότους πεποιημένην τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας, αὐτὴν δὲ συσκευαζομένην τὰς κατὰ τὴν Ἑλλάδα πόλεις, ἐν ταῖς κοιναῖς συνθήκαις ὀμόσασαν τηρήσειν αὐτονόμους. ὁ δ Ἀγησίλαος, ὢν φύσει δραστικός, φιλοπόλεμος ἦν καὶ τῆς τῶν Ἑλλήνων δυναστείας ἀντείχετο. ἐπ ἄρχοντος δ Ἀθήνησιν Εὐάνδρου Ῥωμαῖοι κατέστησαν ἀντὶ τῶν ὑπάτων χιλιάρχους ἕξ, Κόιντον Σολπίκιον, Γάιον Φάβιον, Κόιντον Σερουίλιον, Πόπλιον Κορνήλιον.

ἐπὶ δὲ τούτων Λακεδαιμόνιοι κατελάβοντο τὴν Καδμείαν ἐν ταῖς Θήβαις διά τινας τοιαύτας αἰτίας. ὁρῶντες τὴν Βοιωτίαν ἔχουσαν πόλεών τε πλῆθος καὶ τοὺς κατοικοῦντας αὐτὴν ἄνδρας ὑπάρχοντας ἀνδρείᾳ διαφόρους, ἔτι δὲ τὰς Θήβας ἐχούσας παλαιὸν ἀξίωμα καὶ τὸ σύνολον ὥσπερ ἀκρόπολίν τινα τῆς Βοιωτίας οὖσαν, εὐλαβοῦντο μήποτε καιροῦ παραφανέντος οἰκείου τῆς ἡγεμονίας ἀντιποιήσηται: διόπερ τοῖς ἡγεμόσιν οἱ Σπαρτιᾶται παρήγγελλον ἐν ἀπορρήτοις, ἵν ἐάν ποτε καιρὸν λάβωσι, καταλάβωνται τὴν Καδμείαν.

τοιαύτης δὲ γενομένης παραγγελίας, Φοιβίδας ὁ Σπαρτιάτης, τεταγμένος ἐπί τινος ἡγεμονίας καὶ δύναμιν ἄγων ἐπὶ Ὀλυνθίους, κατελάβετο τὴν Καδμείαν. ἀγανακτούντων δὲ τῶν Θηβαίων καὶ μεθ ὅπλων συνδραμόντων, συνάψας μάχην αὐτοῖς καὶ νικήσας τριακοσίους μὲν τοὺς ἐπιφανεστάτους τῶν Θηβαίων ἐφυγάδευσε, τοὺς δὲ λοιποὺς καταπληξάμενος καὶ φρουρὰν ἰσχυρὰν ἐγκαταστησάμενος, ἐπὶ τὰς ἰδίας πράξεις ἀπηλλάγη. οἱ δὲ Λακεδαιμόνιοι διὰ τὴν πρᾶξιν ταύτην ἀδοξοῦντες παρὰ τοῖς Ἕλλησι, τὸν μὲν Φοιβίδαν ἐζημίωσαν χρήμασι, τὴν δὲ φρουρὰν οὐκ ἐξῆγον ἐκ τῶν Θηβῶν: οἱ μὲν οὖν Θηβαῖοι τοῦτον τὸν τρόπον τὴν αὐτονομίαν ἀποβαλόντες ἠναγκάσθησαν ὑποταγῆναι τοῖς Λακεδαιμονίοις:

τῶνδ Ὀλυνθίων διαπολεμούντων πρὸς Ἀμύνταν τὸν τῶν Μακεδόνων βασιλέα, Λακεδαιμόνιοι τὸν μὲν Φοιβίδαν ἀπέστησαν τῆς ἡγεμονίας, Εὐδαμίδαν δὲ τὸν ἀδελφὸν τοῦ Φοιβίδα κατέστησαν στρατηγόν. δόντες δ αὐτῷ τρισχιλίους ὁπλίτας ἐξαπέστειλαν διαπολεμήσοντα τὸν πρὸς Ὀλυνθίους πόλεμον. οὗτος δ ἐμβαλὼν εἰς τὴν χώραν τῶν Ὀλυνθίων, κοινῇ μετ Ἀμύντου διεπολέμει πρὸς Ὀλυνθίους.

εἶθ οἱ μὲν Ὀλύνθιοι δύναμιν ἀξιόλογον ἠθροικότες ἐπλεονέκτουν ἐν ταῖς μάχαις, στρατιώτας πλείους ἔχοντες τῶν πολεμίων: οἱ δὲ Λακεδαιμόνιοι δύναμιν ἀξιόλογον προχειρισάμενοι κατέστησαν στρατηγὸν ἐπ αὐτῆς Τελευτίαν. οὗτος δ ἦν ἀδελφὸς μὲν Ἀγησιλάου τοῦ βασιλέως, θαυμαζόμενος δ ἐπ ἀρετῇ παρὰ τοῖς πολίταις. ἀναζεύξας οὖν μετὰ δυνάμεως ἐκ τῆς Πελοποννήσου καὶ καταντήσας πλησίον τῆς Ὀλυνθίων παρέλαβε τοὺς μετὰ Εὐδαμίδου στρατιώτας.

γενόμενος δὲ ἀξιόμαχος τὸ μὲν πρῶτον τὴν τῶν Ὀλυνθίων χώραν ἐδῄωσε, καὶ συναγαγὼν πλῆθος λείας ἐμέρισε τοῖς στρατιώταις. τῶν δὲ Ὀλυνθίων μετὰ τῶν συμμάχων πανδημεὶ παραταξαμένων συνῆψε μάχην. καὶ τὸ μὲν πρῶτον ἰσορρόπου τοῦ κινδύνου γενομένου διεχωρίσθησαν: μετὰ δὲ ταῦτα γενομένης μάχης ἰσχυρᾶς, αὐτός τε ὁ Τελευτίας ἔπεσε λαμπρῶς ἀγωνισάμενος, καὶ τῶν Λακεδαιμονίων ἀνῃρέθησαν πλείους τῶν χιλίων καὶ διακοσίων. τηλικαύτης δ εὐημερίας γενομένης τοῖς Ὀλυνθίοις, οἱ μὲν Λακεδαιμόνιοι, βουλόμενοι διορθώσασθαι τὸ γεγονὸς ἐλάττωμα, δυνάμεις ἁδροτέρας ἐκπέμπειν παρεσκευάζοντο, οἱ δὲ Ὀλύνθιοι, νομίζοντες μείζοσι δυνάμεσιν ἥξειν τοὺς Σπαρτιάτας καὶ τὸν πόλεμον ἔσεσθαι πολυχρόνιον, σίτου τε παρασκευὰς ἀξιολόγους ἐποιοῦντο καὶ παρὰ τῶν συμμάχων στρατιώτας προσελαμβάνοντο.

ἐπ ἄρχοντος δ Ἀθήνησι Δημοφίλου Ῥωμαῖοι ἀντὶ τῶν ὑπάτων χιλιάρχους κατέστησαν Πόπλιον Κορνήλιον, Λεύκιον Οὐεργίνιον, Λεύκιον Παπίριον, Μάρκον Φούριον, Οὐαλέριον, Αὖλον Μάλλιον, Λεύκιον καὶ Ποστούμιον.

ἐπὶ δὲ τούτων Λακεδαιμόνιοι μὲν στρατηγὸν προχειρισάμενοι Ἀγησίπολιν τὸν βασιλέα, καὶ δύναμιν ἱκανὴν παραδόντες, ἐψηφίσαντο πρὸς Ὀλυνθίους πολεμεῖν.

οὗτος δὲ καταντήσας εἰς τὴν τῶν Ὀλυνθίων χώραν καὶ παραλαβὼν τοὺς προϋπάρχοντας ἐν τῇ παρεμβολῇ στρατιώτας διεπολέμει πρὸς τοὺς ἐγχωρίους. οἱ δ Ὀλύνθιοι μεγάλην μὲν μάχην οὐδεμίαν κατὰ τοῦτον τὸν ἐνιαυτὸν συνεστήσαντο, ἀκροβολισμοὺς δὲ καὶ βραχείας συμπλοκὰς ποιούμενοι διετέλεσαν, καταπεπληγμένοι τὴν μετὰ τοῦ βασιλέως δύναμιν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION