호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Σοφοκλῆς Οἰνομάῳ:? σκυθιστὶ χειρόμακτρον ἐκκεκαρμένος καὶ Ἡρόδοτος ἐν δευτέρᾳ. "ὅταν δὲ τούτων τινὸς θίγῃς, εὐθὺς ἀποκαθαίρει τὴν χεῖρα εἰς τὰ χειρόμακτρα, ὡς πάνυ ἀχθόμενος ὅτι κατάπλεά σοι ἀπ αὐτῶν ἐγένετο. Πολέμων δ ἐν ἕκτῳ τῶν πρὸς Ἀντίγονον καὶ Ἀδαῖον περὶ τῆς διαφορᾶς λέγει τοῦ κατὰ χειρὸς πρὸς τὸ νίψασθαι. Δημόνικος δ ἐν τῷ Ἀχελῴῳ τὸ πρὸ τοῦ δείπνου κατὰ χειρός φησι διὰ τούτων ἐσπουδάκει δ ἕκαστος ὡς ἂν ἑστιῶν ἅμα τ ὀξύπεινον ἄνδρα καὶ Βοιώτιον. τὸ γοῦν κατὰ χειρὸς περιέγραψ εἴπας ὅτι μετὰ δεῖπνον αὐτῷ τοῦτο γίνεται λαβεῖν. ὠμολίνου δὲ μέμνηται Κρατῖνος ἐν Ἀρχιλόχοις: "ὠμολίνοις κόμη βρύουσ1 ἀτιμίας πλέως.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기