- 텍스트

Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 79

(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 79)

χειρόμακτρον δὲ καλεῖται ᾧ τὰς χεῖρας ἀπεμάττοντο ὠμολίνῳ:? ὅπερ ἐν τοῖς προκειμένοις Φιλόξενος ὁ Κυθήριος ὠνόμασεν ἔκτριμμα. Ἀριστοφάνης Ταγηνισταῖς: φέρε, παῖ, ταχέως κατὰ χειρὸς ὕδωρ, παράπεμπε τὸ χειρόμακτρον. σημειωτέον δὲ ὅτι καὶ μετὰ τὸ δειπνῆσαι κατὰ χειρὸς ἔλεγον, οὐχ ὡς Ἀριστοφάνης ὁ γραμματικὸς φησιν ὅτι πρὶν φαγεῖν οἱ Ἀττικοὶ κατὰ χειρὸς ἔλεγον, μετὰ δὲ τὸ δειπνῆσαι ἀπονίψασθαι. Σοφοκλῆς Οἰνομάῳ:

σκυθιστὶ χειρόμακτρον ἐκκεκαρμένος καὶ Ἡρόδοτος ἐν δευτέρᾳ. "ὅταν δὲ τούτων τινὸς θίγῃς, εὐθὺς ἀποκαθαίρει τὴν χεῖρα εἰς τὰ χειρόμακτρα, ὡς πάνυ ἀχθόμενος ὅτι κατάπλεά σοι ἀπ αὐτῶν ἐγένετο. Πολέμων δ ἐν ἕκτῳ τῶν πρὸς Ἀντίγονον καὶ Ἀδαῖον περὶ τῆς διαφορᾶς λέγει τοῦ κατὰ χειρὸς πρὸς τὸ νίψασθαι. Δημόνικος δ ἐν τῷ Ἀχελῴῳ τὸ πρὸ τοῦ δείπνου κατὰ χειρός φησι διὰ τούτων ἐσπουδάκει δ ἕκαστος ὡς ἂν ἑστιῶν ἅμα τ ὀξύπεινον ἄνδρα καὶ Βοιώτιον. τὸ γοῦν κατὰ χειρὸς περιέγραψ εἴπας ὅτι μετὰ δεῖπνον αὐτῷ τοῦτο γίνεται λαβεῖν. ὠμολίνου δὲ μέμνηται Κρατῖνος ἐν Ἀρχιλόχοις: "ὠμολίνοις κόμη βρύουσ1 ἀτιμίας πλέως. "γυναῖκες δ ἐπὶ τῆς κεφαλῆς ἔχουσι χειρόμακτρα.

Ἡρόδοτος δ ἐν τῇ β φησί: "μετὰ δὲ ταῦτα ἔλεγον τοῦτον τὸν βασιλέα ζωὸν καταβῆναι κάτω εἰς ὃν οἱ Ἕλληνες Αἵδην νομίζουσι κἀκεῖθι συγκυβεύειν τῇ Δήμητρι, καὶ τὰ μὲν νικᾶν αὐτήν, τὰ δὲ ἑσσοῦσθαι ὑπ αὐτῆς: "καί μιν πάλιν ἀναφικέσθαι δῶρον ἔχοντα παρ αὐτῆς χειρόμακτρον χρύσεον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION