- 텍스트

Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 78

(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 78)

ἐκάλουν δ ἀπόνιπτρον τὸ ἀπόνιμμα τῶν χειρῶν καὶ τῶν ποδῶν.? Ἀριστοφάνης: ὥσπερ ἀπόνιπτρον ἐκχέοντες ἑσπέρας. ἴσως δὲ καὶ τὴν λεκάνην οὕτως ἔλεγον, ἐν ᾧ τρόπῳ καὶ χειρόνιπτρον. ἰδίως δὲ καλεῖται παρ Ἀθηναίοις ἀπόνιμμα ἐπὶ τῶν εἰς τιμὴν τοῖς νεκροῖς γινομένων καὶ ἐπὶ τῶν τοὺς ἐναγεῖς καθαιρόντων, ὡς καὶ Ἀντικλείδης ἐν τῷ ἐπιγραφομένῳ Ἐξηγητικῷ. προθεὶς γὰρ περὶ ἐναγισμῶν γράφει τάδε: "ὄρυξαι βόθυνον πρὸς ἑσπέραν τοῦ σήματος, ἔπειτα στὰς παρὰ τὸν βόθυνον πρὸς ἑσπέραν βλέπε, ὕδωρ κατάχεε λέγων τάδε: "ὑμῖν ἀπόνιμμα οἷς χρὴ καὶ οἷς θέμις, ἔπειτα αὖθις μύρον κατάχεε. "ἔπειτα ἀπονιψάμενος αὐτὸς καὶ οἱ ἄλλοι οἱ σπλαγχνεύοντες ὕδωρ λαβὼν κάθαιρε, ἀπόνιζε τὸ αἷμα τοῦ καθαιρομένου καὶ μετὰ ταῦτα τὸ ἀπόνιμμα ἀνακινήσας εἰς ταὐτὸ ἔγχεε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION