호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐχρῶντο δ εἰς τὰς χεῖρας ἀποπλύνοντες αὐτὰς καὶ σμήματι ἀπορύψεως χάριν, ὡς παρίστησιν Ἀντιφάνης ἐν Κωρύκῳ:? ἐν ὅσῳ δ ἀκροῶμαί σου κέλευσὸν μοί τινα φέρειν ἀπονίψασθαι. β. δότω τις δεῦρ ὕδωρ καὶ σμῆμα. ἔτι δὲ καὶ εὐώδεσι τὰς χεῖρας κατεχρίοντο τὰς ἀπομαγδαλίας ἀτιμάσαντες, ἃς Λακεδαιμόνιοι ἐκάλουν κυνάδας, ὥς φησι Πολέμων ἐν τῇ περὶ ὀνομάτων ἀδόξων ἐπιστολῇ. περὶ δὲ τοῦ εὐώδεσι χρίεσθαι τὰς χεῖρας Ἐπιγένης ἢ ι Ἀντιφάνης φησὶν ἐν Ἀργυρίου ἀφανισμῷ οὕτως: τότε περιπατήσεις κἀπονίψει κατὰ τρόπον τὰς χεῖρας εὐώδη λαβὼν γῆν. καὶ Φιλόξενος δ ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ φησίν ἔπειτα δὲ παῖδες νίπτρ ἔδοσαν κατὰ χειρῶν, σμήμασιν ἰρινομείκτοις χλιεροθαλπὲς ὕδωρ ἐπεγχέοντες τόσσον ὅσον τις ἔχρῃζ, ἐκτρίμματά τε λαμπρὰ σινδονυφῆ, δίδοσαν δὲ χρίματὰ τ ἀμβροσίοδμα καὶ στεφάνους ἰοθαλέας. Δρόμων δ ἐν Ψαλτρίᾳ:
ἐπέχει τις, ἀπενιζόμεθα, τοὺς στεφάνους πάλιν τοὺς ἑσπερίνους λαβόντες ἐστεφανούμεθα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기