- 텍스트

Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 76

(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 76)

Ἀριστοφάνης δὲ ὁ γραμματικὸς ἐν τοῖς πρὸς τοὺς Καλλιμάχου πίνακας χλευάζει τοὺς οὐκ εἰδότας τὴν διαφορὰν τοῦ τε κατὰ χειρὸς καὶ τοῦ ἀπονίψασθαι.? παρὰ γὰρ τοῖς παλαιοῖς τὸ μὲν πρὸ ἀρίστου καὶ δείπνου λέγεσθαι κατὰ χειρός, τὸ δὲ μετὰ ταῦτα ἀπονίψασθαι. ἐοίκε δ ὁ γραμματικὸς τοῦτο πεφυλαχέναι παρά τοῖς Ἀττικοῖς, ἐπεί τοι Ὅμηρός πῃ μέν φησι: νίψασθαι: παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. πῂ δέ: τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, σῖτον δὲ δμωαὶ παρενήνεον ἐν κανέοισι. καὶ Σώφρων ἐν γυναικείοις: "τάλαινα Κοικόα, κατὰ χειρὸς δοῦσα ἀπόδος πόχ ἁμῖν τὰν τράπεζαν. παρὰ μέντοι τοῖς τραγικοῖς καὶ τοῖς κωμικοῖς παροξυτόνως ἀνέγνωσται χερνίβα: παρ Εὐριπίδῃ ἐν Ἡρακλεῖ: εἰς χερνίβ ὡς βάψειεν Ἀλκμήνης γόνος.

ἀλλὰ καὶ παρ Εὐπόλιδι ἐν Αἰξὶν αὐτοῦ τὴν χερνίβα παύσεις. ἐστὶ δὲ ὕδωρ εἰς ὃ ἀπέβαπτον δαλὸν ἐκ τοῦ βωμοῦ λαμβάνοντες ἐφ οὗ τὴν θυσίαν ἐπετέλουν καὶ τούτῳ περιρραίνοντες τοὺς παρόντας ἥγνιζον. χρὴ μέντοι προπαροξυτόνως προφέρεσθαι. τὰ γὰρ τοιάδε ῥηματικὰ σύνθετα εἰς ψ λήγοντα γεγονότα παρὰ τὸν παρακείμενον τὴν παραλήγουσαν τοῦ παρακειμένου φυλάσσουσιν, ἄν τε ἔχῃ τοῦτον διὰ τῶν δύο μμ λεγόμενον, βαρύνεται, λέλειμμαι αἰγίλιψ, τέτριμμαι οἰκότριψ, κέκλεμμαι βοίκλεψ, παρὰ Σοφοκλεῖ Ἑρμῆς, βέβλεμμαι κατῶβλεψ, παρὰ Ἀρχελάῳ τῷ Χερρονησίτῃ ἐν τοῖς Ἰδιοφυέσιν: ἐν δὲ ταῖς πλαγίοις τὰ τοιαῦτα ἐπὶ τῆς αὐτῆς συλλαβῆς φυλάττειν τὴν τάσιν.

Ἀριστοφάνης δ ἐν Ἥρωσι χερνίβιον εἴρηκεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION