- 텍스트

Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 75

(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 75)

:? ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὤτρυν ὁ γεραιὸς χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον ἡ δὲ παρέστη χέρνιβον ἀμφίπολος πρόχοὸν θ ἅμα χερσὶν ἔχουσα. Ἀττικοὶ δὲ χερνίβιον λέγουσιν, ὡς Λυσίας ἐν τῷ κατὰ Ἀλκιβιάδου λέγων οὕτως: "τοῖς χρυσοῖς χερνιβίοις καὶ θυμιατηρίοις. χειρόνιπτρον δ Εὔπολις ἐν Δήμοις:

κἄν τις τύχῃ πρῶτος δραμὼν εἴληφε χειρόνιπτρον ἀνὴρ δ ὅταν τις ἀγαθὸς ᾖ καὶ χρήσιμος πολίτης νικᾷ τε πάντας χρηστὸς ὤν, οὐκ ἔστι χειρόνιπτρον. Ἐπίχαρμος δ ἐν Θεαροῖς εἴρηκε χειρόνιβα διὰ τούτων κιθάρα, τρίποδες, ἁρ´ματα, τράπεζαι χαλκίαι, χειρόνιβα, λοιβάσια, λέβητες χαλκίοι. ἡ πλείων δὲ χρῆσις κατὰ χειρὸς ὕδωρ εἰώθε λέγειν, ὡς Εὔπολις ἐν Χρυσῷ γένει καὶ Ἀμειψίας Σφενδόνῃ Ἀλκαῖός τε ἐν Ιἑρῷ γάμῳ.

πλεῖστον δ ἐστὶ τοῦτο. Φιλύλλιος δὲ ἐν Αὔγῃ κατὰ χειρῶν εἴρηκεν οὕτως: ι καὶ δὴ δεδειπνήκασιν αἱ γυναῖκες: ἀλλ ἀφαιρεῖν ὡρ´α στὶν ἤδη τὰς τραπέζας, εἶτα παρακορῆσαι, ἔπειτα κατὰ χειρῶν ἑκάστῃ καὶ μύρον τι δοῦναι. Μένανδρος Ὑδρίᾳ: : οἱ δὲ κατὰ χειρῶν λαβόντες περιμένουσι, φίλτατε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION