- 텍스트

Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 74

(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 74)

ἔτνους δὲ κυαμίνου μνημονεύει Ἡνίοχος ὁ κωμικὸς ἐν Τροχίλῳ λέγων οὕτως:? πρὸς ἐμαυτὸν ἐνθυμούμενος, νὴ τοὺς θεούς, ὅσῳ διαφέρει σῦκα καρδάμων, σὺ δὲ Παύσωνι φὴς τὸ δεῖνα προσλελαληκέναι· β. καὶ πρᾶγμά γ ἠρώτα με δυστράπελον πάνυ, ἔχον δὲ πολλὰς φροντίδων διεξόδους. α. λέγ αὐτό: καὶ γὰρ οὐκ ἀγέλοιὸν ἐστ ἴσως. β. ἔτνος κυάμινον διότι τὴν μὲν γαστέρα φυσᾷ, τὸ δὲ πῦρ οὔ. α. χάριεν οἷς γινώσκεται τὸ πρᾶγμα τοῦ Παύσωνος. ὡς δ ἀεί ποτε περί τοὺς κυάμους ἔσθ οὗτος ὁ σοφιστὴς γέλως. 1 τοιούτων οὖν πολλάκις λεγομένων ὕδωρ ἐφέρετο κατὰ χειρῶν. καὶ πάλιν ὁ Οὐλπιανὸς ἐζήτει εἰ τὸ χέρνιβον εἴρηται, καθάπερ ἡμεῖς λέγομεν ἐν τῇ συνηθείᾳ. καί τις αὐτῷ ἀπήντησεν λέγων τὸ ἐν Ἰλιάδι:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION