호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ὁ Οὐλπιανός:? ἀλλά με ἀνέμνησας, καλὲ Δημόκριτε, μνησθεὶς χύτρας ποθοῦντα μαθεῖν πολλάκις τίς ἡ Τηλεμάχου καλουμένη χύτρα καὶ τίς ὁ Τηλέμαχος. καὶ ὁ Δημόκριτος ἔφη· Τιμοκλῆς ὁ τῆς κωμῳδίας ποιητὴς ἦν δὲ καὶ τραγῳδίας ἐν μὲν δράματι Λήθῃ φησί: μετὰ τοῦτον αὐτῷ Τηλέμαχος συνετύγχανε. καὶ τοῦτον ἀσπασάμενος ἡδέως πάνυ ἔπειτα χρῆσόν μοι σύ, φησί, τὰς χύτρας ἐν αἷσιν ἕψεις τοὺς κυάμους καὶ ταῦτά γε ἔφη τε καὶ παριόντα Φείδιππον πάλιν τὸν Χαιρεφίλου πόρρωθεν ἀπιδὼν τὸν παχὺν ἐπόππυσ1, εἶτ ἐκέλευσε πέμπειν σαργάνας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기