- 텍스트

Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 71 3:

(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 71 3:)

"οὐκ ὢν λαβάργυροσ2ὡρολογητὴς κατὰ τὸν Τίμωνος Πρόδικον λέξω τὰ περὶ τοῦ Ἡγήμονος.? "χαμαιλέων ὁ Ποντικὸς ἐν ἕκτῳ περὶ τῆς ἀρχαίας κωμῳδίας ι Ἡγήμων φησίν, ὁ Θάσιος ὁ τὰς παρῳδίας γράψας πρῶτος Φακῆ ἐπεκαλεῖτο καὶ ἐποίησεν ἔν τινι τῶν παρῳδιῶν ταῦτά μοι ὁρμαίνοντι παρίστατο Παλλὰς Ἀθήνη, χρυσῆν ῥάβδον ἔχουσα, καὶ ἤλασεν εἶπέ τε μῦθον. "δεινὰ παθοῦσα, Φακῆ βδελυρή, χώρει ς τὸν ἀγῶνα. "καὶ τότ ἐγὼ θάρσησα. "εἰσῆλθε δέ ποτε καὶ εἰς τὸ θέατρον διδάσκων κωμῳδίαν λίθων ἔχων πλῆρες τὸ ἱμάτιον, οὓς βάλλων εἰς τὴν ὀρχήστραν διαπορεῖν ἐποίησε τοὺς θεατάς. καὶ ὀλίγον διαλιπὼν εἶπε: "λίθοι μὲν οἵδε: "βαλλέτω δ εἴ τις θέλει: "ἀγαθὸν δὲ κἀν χειμῶνι κἀν θέρει φακῆ. εὐδοκίμει δ: "ὁ ἀνὴρ μάλιστα ἐν ταῖς παρῳδίαις καὶ περιβόητος ἦν λέγων τὰ ἔπη πανούργως καὶ ὑποκριτικῶς καὶ διὰ ταῦτα σφόδρα παρὰ τοῖς Ἀθηναίοις εὐδοκίμει. "ἐν δὲ τῇ Γιγαντομαχίᾳ οὕτω σφόδρα τοὺς Ἀθηναίους ἐκήλησεν, ὡς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ πλεῖστα αὐτοὺς γελάσαι, καίτοι ἀγγελθέντων αὐτοῖς ἐν τῷ θεάτρῳ τῶν γενομένων περὶ Σικελίαν ἀτυχημάτων. "οὐδεὶς οὖν ἀνέστη καίτοι σχεδὸν πᾶσι τῶν οἰκείων ἀπολωλότων. "ἔκλαιον οὖν ἐγκαλυψάμενοι, οὐκ ἀνέστησαν δ, ἵνα μὴ γένωνται διαφανεῖς τοῖς ἀπὸ τῶν ἄλλων πόλεων θεωροῦσιν ἀχθόμενοι τῇ συμφορᾷ: "διέμειναν δ ἀκροώμενοι καίτοι καὶ αὐτοῦ τοῦ Ἡγήμονος, ὡς ἤκουσε, σιωπᾶν διεγνωκότος. "καθ ὃν δὲ χρόνον θαλασσοκρατοῦντες ͺ Ἀθηναῖο ι ἀνῆγον εἰς ἄστυ τὰς νησιωτικὰς δίκας γραψάμενός τις καὶ τὸν Ἡγήμονα δίκην ἤγαγεν εἰς τὰς Ἀθήνας, ὁ δὲ παραγενόμενος καὶ συναγαγὼν τοὺς περὶ τὸν Διόνυσον τεχνίτας προσῆλθε μετ αὐτῶν Ἀλκιβιάδῃ βοηθεῖν ἀξιῶν. ὁ δὲ θαρρεῖν παρακελευσάμενος εἰπών τε πᾶσιν ἕπεσθαι ἧκεν εἰς τὸ Μητρῷον, ὅπου τῶν δικῶν ἦσαν αἱ γραφαί, καὶ βρέξας τὸν δάκτυλον ἐκ τοῦ στόματος διήλειψε τὴν δίκην τοῦ Ἡγήμονος. "ἀγανακτοῦντες δ ὅ τε γραμματεὺς καὶ ὁ ἄρχων τὰς ἡσυχίας ἤγαγον δι Ἀλκιβιάδην, φυγόντος δι εὐλάβειαν καὶ τοῦ τὴν δίκην γραψαμένου . αὕτη παρ ἡμῶν, Οὐλπιανέ, ἡ βαλλητύς. σὺ δ ὅταν βουληθῇς ἐρεῖς περὶ τῆς Ἐλευσῖνι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION