- 텍스트

Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 71

(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 71)

ἔτι δὲ τῶν τοιούτων περὶ ὧν Φαινίας ὁ Ἐρέσιος ἐν τοῖς περὶ φυτῶν τάδε γράφει:? "πᾶσα γὰρ χεδροπώδης ἥμερος φύσις ἐνσπέρματος ἣ μὲν ἑψήσεως ἕνεκα σπείρεται, οἱο῀ν ὁ κύαμος, πισός: "ἐτνηρὸν γὰρ ἐκ τούτων ἕψημα γίνεται: "τὰ δὲ πάλιν αὖθις λεκιθώδη, καθάπερ ἄρακος: "τὸ δὲ φακῆς, οἱο῀ν ἀφάκη, φακός: "τὸ δὲ χόρτου ἕνεκα τῶν τετραπόδων ζῴων, οἱο῀ν ὄροβος μὲν ἀροτήρων βοῶν, ἀφάκη δὲ προβάτων. πισοῦ δὲ τοῦ ὀσπρίου μνημονεύει καὶ Εὔπολις ἐν Χρυσῷ γένει. "ἑψήσεως ἐπινοηθείσης οἱ μὲν παλαιοὶ πύανον, οἱ δὲ νῦν ὁλόπυρον προσαγορεύουσιν.

τοιούτων ἔτι πολλῶν λεγομένων ὁ Δημόκριτος ἔφη: καὶ ὁ Οὐλπιανὸς ἔφη: "τίς δ αὕτη ἡ λιθίνη βαλλητύς· "Ἐλευσῖνι γὰρ τῇ ἐμῇ οἶδά τινα πανήγυριν ἀγομένην καὶ καλουμένην Βαλλητὺν περὶ ἧς οὐκ ἄν τι εἴποιμι μὴ παρ ἑκάστου μισθὸν λαβών. "οὐκ ὢν λαβάργυροσ2ὡρολογητὴς κατὰ τὸν Τίμωνος Πρόδικον λέξω τὰ περὶ τοῦ Ἡγήμονος.

"χαμαιλέων ὁ Ποντικὸς ἐν ἕκτῳ περὶ τῆς ἀρχαίας κωμῳδίας ι Ἡγήμων φησίν, ὁ Θάσιος ὁ τὰς παρῳδίας γράψας πρῶτος Φακῆ ἐπεκαλεῖτο καὶ ἐποίησεν ἔν τινι τῶν παρῳδιῶν ταῦτά μοι ὁρμαίνοντι παρίστατο Παλλὰς Ἀθήνη, χρυσῆν ῥάβδον ἔχουσα, καὶ ἤλασεν εἶπέ τε μῦθον. "δεινὰ παθοῦσα, Φακῆ βδελυρή, χώρει ς τὸν ἀγῶνα. "καὶ τότ ἐγὼ θάρσησα. "εἰσῆλθε δέ ποτε καὶ εἰς τὸ θέατρον διδάσκων κωμῳδίαν λίθων ἔχων πλῆρες τὸ ἱμάτιον, οὓς βάλλων εἰς τὴν ὀρχήστραν διαπορεῖν ἐποίησε τοὺς θεατάς. καὶ ὀλίγον διαλιπὼν εἶπε: "λίθοι μὲν οἵδε: "βαλλέτω δ εἴ τις θέλει: "ἀγαθὸν δὲ κἀν χειμῶνι κἀν θέρει φακῆ. εὐδοκίμει δ: "ὁ ἀνὴρ μάλιστα ἐν ταῖς παρῳδίαις καὶ περιβόητος ἦν λέγων τὰ ἔπη πανούργως καὶ ὑποκριτικῶς καὶ διὰ ταῦτα σφόδρα παρὰ τοῖς Ἀθηναίοις εὐδοκίμει. "ἐν δὲ τῇ Γιγαντομαχίᾳ οὕτω σφόδρα τοὺς Ἀθηναίους ἐκήλησεν, ὡς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ πλεῖστα αὐτοὺς γελάσαι, καίτοι ἀγγελθέντων αὐτοῖς ἐν τῷ θεάτρῳ τῶν γενομένων περὶ Σικελίαν ἀτυχημάτων. "οὐδεὶς οὖν ἀνέστη καίτοι σχεδὸν πᾶσι τῶν οἰκείων ἀπολωλότων. "ἔκλαιον οὖν ἐγκαλυψάμενοι, οὐκ ἀνέστησαν δ, ἵνα μὴ γένωνται διαφανεῖς τοῖς ἀπὸ τῶν ἄλλων πόλεων θεωροῦσιν ἀχθόμενοι τῇ συμφορᾷ: "διέμειναν δ ἀκροώμενοι καίτοι καὶ αὐτοῦ τοῦ Ἡγήμονος, ὡς ἤκουσε, σιωπᾶν διεγνωκότος. "καθ ὃν δὲ χρόνον θαλασσοκρατοῦντες ͺ Ἀθηναῖο ι ἀνῆγον εἰς ἄστυ τὰς νησιωτικὰς δίκας γραψάμενός τις καὶ τὸν Ἡγήμονα δίκην ἤγαγεν εἰς τὰς Ἀθήνας, ὁ δὲ παραγενόμενος καὶ συναγαγὼν τοὺς περὶ τὸν Διόνυσον τεχνίτας προσῆλθε μετ αὐτῶν Ἀλκιβιάδῃ βοηθεῖν ἀξιῶν. ὁ δὲ θαρρεῖν παρακελευσάμενος εἰπών τε πᾶσιν ἕπεσθαι ἧκεν εἰς τὸ Μητρῷον, ὅπου τῶν δικῶν ἦσαν αἱ γραφαί, καὶ βρέξας τὸν δάκτυλον ἐκ τοῦ στόματος διήλειψε τὴν δίκην τοῦ Ἡγήμονος. "ἀγανακτοῦντες δ ὅ τε γραμματεὺς καὶ ὁ ἄρχων τὰς ἡσυχίας ἤγαγον δι Ἀλκιβιάδην, φυγόντος δι εὐλάβειαν καὶ τοῦ τὴν δίκην γραψαμένου . αὕτη παρ ἡμῶν, Οὐλπιανέ, ἡ βαλλητύς. σὺ δ ὅταν βουληθῇς ἐρεῖς περὶ τῆς Ἐλευσῖνι. καὶ ὁ Οὐλπιανός:

ἀλλά με ἀνέμνησας, καλὲ Δημόκριτε, μνησθεὶς χύτρας ποθοῦντα μαθεῖν πολλάκις τίς ἡ Τηλεμάχου καλουμένη χύτρα καὶ τίς ὁ Τηλέμαχος. καὶ ὁ Δημόκριτος ἔφη· Τιμοκλῆς ὁ τῆς κωμῳδίας ποιητὴς ἦν δὲ καὶ τραγῳδίας ἐν μὲν δράματι Λήθῃ φησί: μετὰ τοῦτον αὐτῷ Τηλέμαχος συνετύγχανε. καὶ τοῦτον ἀσπασάμενος ἡδέως πάνυ ἔπειτα χρῆσόν μοι σύ, φησί, τὰς χύτρας ἐν αἷσιν ἕψεις τοὺς κυάμους καὶ ταῦτά γε ἔφη τε καὶ παριόντα Φείδιππον πάλιν τὸν Χαιρεφίλου πόρρωθεν ἀπιδὼν τὸν παχὺν ἐπόππυσ1, εἶτ ἐκέλευσε πέμπειν σαργάνας. ὅτι δὲ καὶ τῶν δήμων Ἀχαρνεὺς ὁ Τηλέμαχος ὁ αὐτὸς ποιητής φησιν ἐν Διονύσῳ οὕτως:

ὁ δ Ἀχαρνικὸς Τηλέμαχος ἔτι δημηγορεῖ. οὗτος δ ἐοίκε τοῖς νεωνήτοις Σύροις. β. πῶς ἢ τί πράττων· βούλομαι γὰρ εἰδέναι. α. θάργηλον ἀγκάλῃ κυάμων χύτραν φέρει. ἐν δ Ἰκαρίοις σατύροις φησίν:

ὥστ ἔχειν οὐδὲν παρ ἡμῖν. νυκτερεύσας δ ἀθλίως πρῶτα μὲν σκληρῶς καθεῦδον, εἶτα Θούδιππος βδέων παντελῶς ἔπνιξεν ἡμᾶς, εἶθ ὁ λιμὸς ἥπτετο. εἶτ ἐφερόμην πρὸς Δίωνα τὸν διάπυρον: ἀλλὰ >, γὰρ οὐδ ἐκεῖνος οὐδὲν εἶχε. πρὸς δὲ τὸν χρηστὸν δραμὼν Τηλέμαχον Ἀχαρνέα σωρόν τε κυάμων καταλαβὼν ἁρπάσας τούτων ἐνέτραγον. ὁ δ ὄνος ἡμᾶς ὡς ὁρᾷ, ὡσπερεὶ ὁ Κηφισόδωρος περὶ τὸ βῆμ, ἐπέρδετο. ἐκ τούτων δῆλόν ἐστιν ὅτι Τηλέμαχος κυάμων χύτρας ἀεὶ σιτούμενος ἦγε Πυανέψια πορδὴν ἑορτήν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION