- 텍스트

Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 67

(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 67)

Μνησίμαχος δ ἐν Ἱπποτρόφῳ τοιαῦτα παρασκευάζει:? βαῖν ἐκ θαλάμων κυπαρισσορόφων ἔξω, Μάνη: στεῖχ εἰς ἀγορὰν πρὸς τοὺς Ἑρμᾶς, οὗ προσφοιτῶσ1 οἱ φύλαρχοι, τούς τε μαθητὰς τοὺς ὡραίους οὓς ἀναβαίνειν ἐπὶ τοὺς ἵππους μελετᾷ Φείδων καὶ καταβαίνειν οἶσθ οὓς φράζω· τούτοις τοίνυν ἄγγελλ, ὁτιὴ ψυχρὸν τοὔψον, τὸ ποτὸν θερμόν, ξηρὸν φύραμ, ἄρτοι ξηροί: σπλάγχν ὀπτᾶται, χναῦμ ἡρ´πασται, κρέας ἐξ ἅλμης ἐξῄρηται, τόμος ἀλλᾶντος, τόμος ἠνύστρου, χορδῆς ἕτερος, φύσκης ἕτερος διαλαιμοτομεῖθ ὑπὸ τῶν ἔνδον κρατὴρ ἐξερροίβδητ οἴνου:

πρόποσις χωρεῖ: λέπεται κόρδαξ: ἀκολασταίνει νοῦς μειρακίων: πάντ ἐστ ἔνδον τὰ κάτωθεν ἄνω. μέμνησ1 ἃ λέγω, πρόσεχ οἷς φράζω. χάσκεις οὗτος· βλέψον δευρί: πῶς αὐτὰ φράσεις· αὐτίκ ἐρῶ σοι πάλιν ἐξ ἀρχῆς: ἥκειν ἤδη καὶ μὴ μέλλειν τῷ τε μαγείρῳ μὴ λυμαίνεσθ, ὡς τῶν ὄψων ἑφθῶν ὄντων, ὀπτῶν ὄντων, ψυχρῶν ὄντων, καθ ἕκαστα λέγων βολβός, ἐλαία, σκόροδον, καυλός, κολοκύντη, ἔτνος, θρῖον, φυλλάς, θύννου τεμάχη, γλάνιδος, γαλεοῦ, ῥίνης, γόγγρου: φοξῖνος ὅλος, κορακῖνος ὅλος , μεμβράς, σκόμβρος, θυννίς, κωβιός.

ἠλακατῆνες, κυνὸς οὐραῖον τῶν καρχαριῶν, νάρκη, βάτραχος, πέρκη, σαῦρος , τριχίας, φυκίς. βρίγκος, τρίγλη, κόκκυξ, τρυγών, σμύραινα, φάγρος, μύλλος , λεβίας, σπάρος, αἰολίας: θρᾷττα, χελιδών, καρίς, τευθίς, ψῆττα, δρακαινίς, πουλυπόδειον, ὁ σηπία, ὀρφώς, 6 κάραβος , ἔσχαρος, ἀφύαι, βελόναι, κεστρεύς, σκορπίος, ἔγχελυς, ἄρκτος:

κρέα τ ἄλλα τὸ πλῆθος ἀμύθητον χηνός, χοίρου, βοός, ἀρνός, οἰός, κάπρου, αἰγός, ἀλεκτρυόνος, νήττης, κίττης, πέρδικος, ἀλωπεκίου. καὶ μετὰ δεῖπνον θαυμαστὸν ὅσ1 ἔστ ἀγαθῶν πλήθη. πᾶς δὲ κατ οἴκους μάττει, πέττει, τίλλει, κόπτει, τέμνει, δεύει, χαίρει, παίζει, πηδᾷ, δειπνεῖ, πίνει, σκιρτᾷ, λορδοῖ, κεντεῖ. σεμναὶ δ αὐλῶν ἀγαναὶ φωναί, μολπά, κλαγγὰ θράττει, πνεῖται κούραν κασίας ἀπὸ γᾶς ἁγίας, ἁλίας Συρίας: ὀσμὴ σεμνὴ μυκτῆρα δονεῖ λιβάνου, μάρου, σμύρνης, καλάμου, στύρακος, βάρου, λίνδου, κίνδου, κισθοῦ, μίνθου:

τοιάδε δόμους ὁμίχλη κατέχει πάντων ἀγαθῶν ἀνάμεστος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION