- 텍스트

Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 66

(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 66)

Περιεφέροντο καὶ ἔριφοι πολλάκις ποικίλως ἐσκευασμένοι:? ἄλλοι δὲ καὶ πολύ τοῦ ὀποῦ ἔχοντες, οἵτινες οὐ τὴν τυχοῦσαν ἡδονὴν παρεῖχον ἡμῖν. καὶ γὰρ τὸ τοῦ αἰγὸς κρέας τροφιμώτατὸν ἐστι. Κλειτόμαχος γοῦν ὁ Καρχηδόνιος οὐδενὸς δεύτερος τῶν ἀπὸ τῆς νέας Ἀκαδημείας κατὰ τὴν θεωρίαν ὢν Θηβαῖόν τινα ἀθλητὴν ὑπερβαλεῖν ἰσχύι φησὶ τοὺς καθ ἑαυτὸν κρέασιν αἰγείοις χρώμενον. εὔτονοι γὰρ καὶ γλίσχροι οἱ χυμοὶ καὶ πολὺν χρόνον ὑπομένειν ἐν τοῖς ὄγκοις δυνάμενοι, ἐσκώπτετο δὲ ὁ ἀθλητὴς διὰ τὴν ἀπὸ τῶν ἱδρώτων δυσωδίαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION