- 텍스트

Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 64

(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 64)

σύος δὲ ἀγρίου ἐπεισενεχθέντος, ὃς κατ οὐδὲν ἦν ἐλάττων τοῦ καλοῦ γραφομένου Καλυδωνίου.? "σοὶ ζητεῖν, φροντιστὰ καὶ λογιστὰ Οὐλπιανέ, τίς ἱστόρηκε τὸν Καλυδώνιον σῦν θήλειάν τε γεγονέναι καὶ λευκὸν τὴν χρόαν. "ἄνδρες γάστρωνες, εἰ μὴ κόρον ἤδη ἔχετε τοσούτων ἐμπλησθέντες, ὑπερβάλλειν μοι δοκεῖτε πάντας τοὺς ἐπὶ πολυφαγίᾳ διαβοήτους γενομένους: "καὶ τίνες εἰσὶν οὗτοι ζητεῖτε, προφέρεσθαι δὲ δίκαιόν ἐστιν ὑμᾶς σὺν τῷ ς σῦς ἐτυμώτερον παρὰ τὸ σεύεσθαι γὰρ καὶ ὁρμητικῶς ἔχειν τὸ ζῷον εἴρηται. "τέτριπται δὲ καὶ τὸ λέγειν χωρὶς τοῦ κατ ἀρχὰς ς ὗς. οἱ δὲ σῦν εἰρῆσθαι οἱονεὶ θῦν, τὸν εἰς θυσίαν εὐθετοῦντα, νῦν δέ, εἰ δοκεῖ, ἀποκρίνασθέ μοι τίς μνημονεύει κατὰ τὸ σύνθετον ὁμοίως ἡμῖν συάγρου ἐπὶ τοῦ συὸς τοῦ ἀγρίου. "Σοφοκλῆς μὲν γὰρ ἐν Ἀχιλλέως Ἐρασταῖς ἐπὶ κυνὸς ἔταξε τοὔνομα ἀπὸ τοῦ σῦς ἀγρεύειν, λέγων σὺ δ, ὦ Σύαγρε, Πηλιωτικὸν τρέφος: "παρ Ἡροδότῳ δὲ ὄνομα κύριον Σύαγρος Λάκων γένος, ὁ πρὸς Γέλωνα τὸν Συρακόσιον πρεσβεύσας περὶ τῆς πρὸς τοὺς Μήδους συμμαχίας ἐν τῇ ἐβδόμῃ. καὶ Αἰτωλῶν δὲ οἶδα στρατηγὸν Σύαγρον, οὗ μνημονεύει Φύλαρχος ἐν τετάρτῃ ἱστοριῶν. καὶ ὁ Δημόκριτος ἔφη: "ἀεί ποτε σύ, ὦ Οὐλπιανέ, οὐδενὸς μεταλαμβάνειν εἰώθας τῶν παρασκευαζομένων πρὶν μαθεῖν εἰ ἡ χρῆσις μὴ εἰή τῶν ὀνομάτων παλαιά, κινδυνεύεις οὖν ποτε διὰ ταύτας τὰς φροντίδας ὥσπερ ὁ Κῷος Φιλίτας ζητῶν τὸν καλούμενον ψευδολόγον τῶν λόγων ὁμοίως ἐκείνῳ ἀφαυανθῆναι. "ἰσχνὸς γὰρ πάνυ τὸ σῶμα διὰ τὰς ζητήσεις γενόμενος ἀπέθανεν, ὡς τὸ πρὸ τοῦ μνημείου αὐτοῦ ἐπίγραμμα δηλοῖ: "ξεῖνε, Φιλίτας εἰμί. λόγων ὁ ψευδόμενός με ὤλεσε καἰνικτῶν φροντίδες ἑσπέριοι. "ἵν οὖν μὴ καὶ σὺ ζητῶν τὸν σύαγρον ἀφαυανθῇς, μάθε ὅτι Ἀντιφάνης μὲν ἐν Ἁρπαζομένῃ οὕτως ὠνόμασε: "λαβὼν ἐπανάξω σύαγρον εἰς τὴν οἰκίαν τῆς νυκτὸς αὐτῆς καὶ λέοντα καὶ λύκον. "Διονύσιος δὲ ὁ τύραννος ἐν τῷ Ἀδώνιδι: "νυμφῶν ὑπὸ σπήλυγγα τόνδ αὐτόστεγον σύαγρον ἐκβόλειον εὔθηρον κυσίν, ὁπλάς τ ἀπαρχὰς ἀκροθινιάζομαι. "Λυγκεὺς δ ὁ Σάμιος ἐν τῇ πρὸς Ἀπολλόδωρον ἐπιστολῇ γράφει οὕτως : "ἵνα τὰ μὲν αἴγεια τοῖς παισί, τὰ δὲ συάγρεια μετὰ τῶν φίλων αὐτὸς ἔχῃς. καὶ Ἱππόλοχος δὲ ὁ Μακεδών, οὗ ἐμνημονεύσαμεν ἐν τοῖς πρὸ τούτων, ἐν τῇ πρὸς τὸν προειρημένον Λυγκέα ἐπιστολῇ ἐμνήσθη συάγρων πολλῶν. ἐπεὶ δὲ σὺ καὶ τὸ προβληθέν σοι ἀποπροσπεποίησαι περὶ τῆς χρόας τοῦ Καλυδωνίου συός, εἴ τις αὐτὸν ἱστορεῖ λευκὸν τὴν χρόαν γεγονότα, ἐροῦμεν ἡμεῖς τὸν εἰπόντα: "τὸ δὲ μαρτύριον ἀνίχνευσον σύ. πάλαι γὰρ τυγχάνω ἀνεγνωκὼς τοὺς Κλεομένους τοῦ Ῥηγίνου διθυράμβους, ὧν ἐν τῷ ἐπιγραφομένῳ Μελεάγρῳ τοῦτο ἱστόρηται. "οὐκ ἀγνοῶ δ ὅτι οἱ περὶ τὴν Σικελίαν κατοικοῦντες ἀσχέδωρον καλοῦσι τὸν σύαγρον. "Αἰσχύλος γοῦν ἐν Φορκίσι παρεικάζων τὸν Περσέα τῷ ἀγρίῳ τούτῳ συί φησιν ἔδυ δ ἐς ἄντρον ἀσχέδωρος ὥς. καὶ Σκίρας εἷς δ ἐστὶν οὗτος τῆς Ἰταλικῆς καλουμένης κωμῳδίας ποιητής, γένος Ταραντῖνος ἐν Μελεάγρῳ φησὶν ἔνθ οὔτε ποιμὴν ἀξιοῖ νέμειν βοτὰ οὔτε ἀσχέδωρος νεμόμενος καπρώζεται. "ὅτι δὲ Αἰσχύλος διατρίψας ἐν Σικελίᾳ πολλαῖς κέχρηται φωναῖς Σικελικαῖς οὐδὲν θαυμαστόν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION