- 텍스트

Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 62

(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 62)

Τρύφων δέ φησι:? "τὸν λαγὼν ἐπ αἰτιατικῆς ἐν Δαναίσιν Ἀριστοφάνης ὀξυτόνως καὶ μετὰ τοῦ λέγει: "λύσας ἴσως ἂν τὸν λαγὼν ξυναρπάσειεν ὑμῶν. καὶ ἐν Δαιταλεῦσιν ἀπόλωλα: "τίλλων τὸν λαγὼν ὀφθήσομαι. "Ξενοφῶν δ ἐν Κυνηγετικῷ χωρὶς τοῦ ν λαγῶ καὶ περισπωμένως, ἐπεὶ τὸ καθ ἡμᾶς ἐστι λαγός. ὥσπερ δὲ ναὸν λεγόντων ἡμῶν ἐκεῖνοί φασιν νεὼν καὶ λαὸν λεών, οὕτω λαγὸν ὀνομαζόντων ἐκεῖνοι λαγὼν ἐροῦσι. "τῇ δὲ τὸν λαγὸν ἑνικῇ αἰτιατικῇ ἀκόλουθός ἐστιν ἡ παρὰ Σοφοκλεῖ ἐν Ἀμύκῳ σατυρικῷ πληθυντικὴ ὀνομαστική: "γέρανοι, χελῶναι, γλαῦκες, ἰκτῖνοι, λαγοί. τῇ δὲ λαγὼν ἡ διὰ τοῦ ω παραπλησίως προσαγορευομένη λαγῲ παρ Εὐπόλιδι ἐν Κόλαξιν ἵνα πάρα μὲν βατίδες καὶ λαγῲ καὶ γυναῖκες εἱλίποδες εἰσὶν δ οἳ καὶ ταῦτ ἀλόγως κατὰ τὴν τελευτῶσαν συλλαβὴν περισπωμένως προφέρονται, δεῖ δὲ ὀξυτονεῖν τὴν λέξιν, ἐπειδὴ τὰ εἰς ος λήγοντα τῶν ὀνομάτων ὁμότονά ἐστι, κἂν μεταληφθῇ εἰς τὸ ω παρ Ἀττικοῖς: "ναὸς νεώς, κάλος κάλως. "οὕτως δ ἐχρήσατο τῷ ὀνόματι καὶ Ἐπίχαρμος καὶ Ἡρόδοτος καὶ ὁ τοὺς Εἵλωτας ποιήσας. "εἶτά ἐστι τὸ μὲν Ιἀκὸν λαγός: "λαγὸν ταράξας πῖθι τὸν θαλάσσιον, τὸ δὲ λαγὼς Ἀττικόν. λέγουσι δὲ καὶ Ἀττικοὶ λαγός, ὡς Σοφοκλῆς: "γέρανοι, κορῶναι, γλαῦκες, ἰκτῖνοι, λαγοί. τὸ μέντοι ἢ πτῶκα λαγωὸν εἰ μέν ἐστιν Ιὠνικόν, πλεονάζει τὸ ω, εἰ δ Ἀττικόν, τὸ ο. λαγῷα δὲ λέγεται κρέα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION