호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λαγὼς, περὶ τούτου ὁ μὲν ὀψοδαίδαλος Ἀρχέστρατος οὕτως φησί:? τοῦ δὲ λαγὼ πολλοί τε τρόποι πολλαί τε θέμιστες σκευασίας εἰσίν. κεῖνος δ οὖν ἐστιν ἄριστος, ἂν πίνουσι μεταξὺ φέρῃς κρέας ὀπτὸν ἑκάστῳ, θερμόν, ἁπλῶς ἁλίπαστον, ἀφαρπάζων ὀβελίσκου μικρὸν ἐνωμότερον. μὴ λυπείτω δὲ σ1 ὁρῶντα ἰχῶρα στάζοντα κρεῶν, ἀλλ ἔσθιε λάβρως. αἱ δ ἄλλαι περίεργοι ἔμοιγ εἰσὶν διὰ παντὸς σκευασίαι γλοιῶν καταχύσματα καὶ κατάτυρα καὶ κατέλαια λίαν, ὥσπερ γαλεοψοποιούντων. Ναυσικράτης δ ὁ κωμῳδιοποιὸς ἐν Περσίδι σπανίως, φησίν, ἔστιν εὑρεῖν δασύποδα περὶ τὴν Ἀττικήν: λέγει δὲ ὧδε:
ἐν τῇ γὰρ Ἀττικῇ τίς εἶδε πώποτε λέοντας ἢ τοιοῦτον ἕτερον θηρίον· οὗ δασύποδ εὑρεῖν ἐστιν οὐχὶ ῥᾴδιον. Ἀλκαῖος δ ἐν Καλλιστοῖ καὶ ὡς πολλῶν ὄντων ἐμφανίζει διὰ τούτων κορίαννον ἵνα τί λεπτόν· β. ἵνα τοὺς δασύποδας οὓς ἂν λάβωμεν ἁλσὶ διαπάττειν ἔχῃς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기