- 텍스트

Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 59

(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 59)

ψύαι.? ὁ τὴν τῶν Ἀτρειδῶν κάθοδον πεποιηκὼς ἐν τῷ τρίτῳ φησίν ἶσον δ Ἑρμιονεὺς ποσὶ καρπαλίμοισι μετασπὼν ψοίας ἔγχει νύξε. Σιμάριστος δ ἐν τρίτῳ Συνωνύμων οὕτως γράφει: "ὀσφύος αἱ ἐκ πλαγίων σάρκες ἐπανεστηκυῖαι ψύαι. "τὰ δ ἑκατέρωθεν κοιλώματα λέγουσι κύμβους ἢ γλήνας. Κλέαρχος δ ἐν δευτέρῳ περὶ σκελετῶν οὕτως φησί: "σάρκες μυωταὶ καθ ἑκάτερον μέρος, ἃς οἱ μὲν ψύας, οἱ δὲ ἀλώπεκας, οἱ δὲ νεφρομήτρας καλοῦσι. μνημονεύει δὲ τῶν ψυῶν καὶ Ἱπποκράτης ὁ ἱερώτατος. ὠνομάσθησαν δ οὕτως διὰ τὸ ῥᾳδίως ἀποψᾶσθαι ἢ οἱό῀ν τις ἐπιψαύουσα σὰρξ καὶ ἐπιπολῆς τοῖς ὀστέοις ὑπάρχουσα. μνημονεύει αὐτῶν καὶ Εὔφρων ὁ κωμικὸς ἐν Θεωροῖς: λοβὸς τίς ἐστι καὶ ψόαι καλούμεναι:

: ταύτας ἐπιτεμὼν πρὶν θεωρῆσαι μαθών οὖθαρ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION