호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὠνόμασται δὲ ταὧς ἀπὸ τῆς τάσεως τῶν πτερῶν.? Σέλευκος δ ἐν τῷ πέμπτῳ περὶ Ἑλληνισμοῦ: "ταὧς: "παραλόγως δ οἱ Ἀττικοὶ καὶ δασύνουσι καὶ περισπῶσι. "τοῖς δὲ πρώτοις τῶν φωνηέντων κατὰ τὰς ἁπλᾶς τῶν ὀνομάτων ἐκφορὰς συνεκφέρεσθαι ἐθέλει καὶ ἐνταυθοῖ προᾴττουσα καὶ τάχιον ἐκθέουσα δι ἐπιπολῆς ἐστι τῶν λέξεων. "τεκμαιρόμενοι οὖν Ἀθηναῖοι καὶ διὰ τῆς τάξεως τὴν ἐνοῦσαν τῇ προσῳδίᾳ φύσιν οὐκ ἐπὶ τῶν φωνηέντων αὐτὴν τιθέασιν ὥσπερ τὰς ἄλλας , πρὸ δὲ τούτων τάσσουσιν. "οἶμαι δὲ καὶ διὰ τοῦ Η στοιχείου τυπώσασθαι τοὺς παλαιοὺς τὴν δασεῖαν. "διόπερ καὶ Ῥωμαῖοι πρὸ πάντων τῶν δασυνομένων ὀνομάτων τὸ Η προγράφουσι, τὸ ἡγεμονικὸν αὐτῆς διασημαίνοντες . εἰ δὲ τοιαύτη ἡ δασύτης, μήποτ ἀλόγως κατὰ τὴν τελευτῶσαν συλλαβὴν τὸ ταὼς πρὸς τῶν Ἀττικῶν προσπνεῖται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기