호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταὧς δὲ λέγουσιν Ἀθηναῖοι, ὥς φησι Τρύφων, τὴν τελευταίαν συλλαβὴν περισπῶντες καὶ δασύνοντες.? καὶ ἀναγιγνώσκουσι μὲν οὕτως παρ Εὐπόλιδι ἐν Ἀστρατεύτοις - πρόκειται δὲ τὸ μαρτύριον - καὶ ἐν Ὄρνισιν Ἀριστοφάνους: Τηρεὺς γὰρ εἶ σύ· πότερον ὄρνις ἢ ταὧς· καὶ πάλιν ὄρνις δῆτα. τίς ποτ ἐστίν· οὐ δήπου ταὧς· λέγουσι δὲ καὶ τὴν δοτικὴν ταωνι, ὡς ἐν τῷ αὐτῷ Ἀριστοφάνης, ἀμήχανον δὲ παρὰ Ἀττικοῖς καὶ Ιὤσιν ἐν τοῖς ὑπὲρ μίαν συλλαβὴν ὀνόμασι τὴν τελευτῶσαν ἀπὸ φωνήεντος ἀρχομένην δασύνεσθαι. πάντως γὰρ εἶναι ψιλὴν αὐτὴν παρηκολούθηκεν, οἱο῀ν νεὤς, λεὤς, Τυνδάρεὠς, Μενέλεὠς, λειπόνεὠς, εὔνεὠς, Νείλεὠς, πρᾶὀς, υἱὄς, Κεῖὀς, Χῖὀς, δῖὀς, χρεῖὀς, πλεῖὀς, λεῖὀς, λαιὄς, βαιὄς, φαιὄς, πηὄς, γόὀς, θοὄς, ῥόὀς, ζωὄς. φίλαρχος γὰρ οὖσα καὶ ἡγεμονικὴ τὴν φύσιν ἡ δασύτης τοῖς τελευταίοις μέρεσι τῶν ὀνομάτων οὐδαμῶς ἐγκαθείργνυται. ὠνόμασται δὲ ταὧς ἀπὸ τῆς τάσεως τῶν πτερῶν.
Σέλευκος δ ἐν τῷ πέμπτῳ περὶ Ἑλληνισμοῦ: "ταὧς: "παραλόγως δ οἱ Ἀττικοὶ καὶ δασύνουσι καὶ περισπῶσι. "τοῖς δὲ πρώτοις τῶν φωνηέντων κατὰ τὰς ἁπλᾶς τῶν ὀνομάτων ἐκφορὰς συνεκφέρεσθαι ἐθέλει καὶ ἐνταυθοῖ προᾴττουσα καὶ τάχιον ἐκθέουσα δι ἐπιπολῆς ἐστι τῶν λέξεων. "τεκμαιρόμενοι οὖν Ἀθηναῖοι καὶ διὰ τῆς τάξεως τὴν ἐνοῦσαν τῇ προσῳδίᾳ φύσιν οὐκ ἐπὶ τῶν φωνηέντων αὐτὴν τιθέασιν ὥσπερ τὰς ἄλλας , πρὸ δὲ τούτων τάσσουσιν. "οἶμαι δὲ καὶ διὰ τοῦ Η στοιχείου τυπώσασθαι τοὺς παλαιοὺς τὴν δασεῖαν. "διόπερ καὶ Ῥωμαῖοι πρὸ πάντων τῶν δασυνομένων ὀνομάτων τὸ Η προγράφουσι, τὸ ἡγεμονικὸν αὐτῆς διασημαίνοντες . εἰ δὲ τοιαύτη ἡ δασύτης, μήποτ ἀλόγως κατὰ τὴν τελευτῶσαν συλλαβὴν τὸ ταὼς πρὸς τῶν Ἀττικῶν προσπνεῖται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기