- 텍스트

Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 53

(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 53)

παρῆσαν δὲ πολλάκις ἡμῖν καὶ οἱ καλούμενοι παραστάται, ὧν μνημονεύει Ἐπαίνετος ἐν Ὀψαρτυτικῷ καὶ Σιμάριστος ἐν γ# Συνωνύμων καὶ τετάρτῳ.? εἰσὶ δ οἱ ὄρχεις οὕτω καλούμενοι. "ἀποπνιγήσομαι εἰ μὴ ἐρεῖς ὅπου καὶ σὺ εὑρ῀ες τὰ τοιαῦτα κρεᾴδια. "οὐ μὴ γὰρ ὀνομάσω πρὶν μαθεῖν. "ἐν Μακεδόσιν ἢ Παυσανίᾳ: "πνικτόν τι τοίνυν ὄψον ἔστω σοι συχνὸν τοιοῦτον. "καὶ Εὔβουλος Κατακολλωμένῳ: "καὶ πνικτὰ Σικελὰ πατανίων σωρεύματα. "Ἀριστοφάνης τ εἴρηκεν ἐν Σφηξὶν ἐν λοπάδι πεπνιγμένον. " Κρατῖνος δ ἐν Δηλιάσι: "τῷ δ ὑποτρίψας τι μέρος πνῖξον καθαρύλλως. "Ἀντιφάνης δ ἐν Ἀγροίκῳ: "καὶ πρῶτα μὲν αἴρω ποθεινὴν μᾶζαν, ἣν φερέσβιος Δηὼ βροτοῖσι χάρμα δωρεῖται φίλον ἔπειτα πνικτὰ τακερὰ μηκάδων μέλη, χλόην καταμπέχοντα σάρκα νεογενῆ. β. τί λέγεις· "α. τραγῳδίαν περαίνω Σοφοκλέους.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION