- 텍스트

Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 50 1:

(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 50 1:)

"περιστερά, οἰνάς, φάψ, φάσσα, τρυγών.? ἐν δὲ πέμπτῳ περὶ ζῴων μορίων τὴν φάβα οὐκ ὀνομάζει, καίτοι Αἰσχύλου ἐν τῷ σατυρικῷ Πρωτεῖ οὕτω μνημονεύοντος τοῦ ὄρνιθος: σιτουμένην δύστηνον ἀθλίαν φάβα, μέσακτα πλευρὰ πρὸς πτύοις πεπλεγμένην. κἀν Φιλοκτήτῃ δὲ κατὰ γενικὴν κλίσιν φαβῶν εἴρηκεν. "μείζων ἐστὶ τῆς περιστερᾶς, χρῶμα δ ἔχει οἰνωπόν, ἡ δὲ φὰψ μέσον περιστερᾶς καὶ οἰνάδος, ἡ δὲ φάσσα ἀλέκτορος τὸ μέγεθος, χρῶμα δὲ σποδιόν, ἡ δὲ τρυγὼν πάντων ἐλάττων, χρῶμα δὲ τεφρόν. αὕτη δὲ θέρους φαίνεται, τὸν δὲ χειμῶνα φωλεύει. "ἡ δὲ φὰψ καὶ ἡ περιστερὰ αἰεὶ φαίνονται, ἡ δ οἰνὰς φθινοπώρῳ μόνῳ. πολυχρονιωτέρα δὲ εἶναι λέγεται τούτων ἡ φάσσα: "καὶ γὰρ τριάκοντα καὶ τεσσαράκοντα ζῇ ἔτη. "οὐκ ἀπολείπουσι δ ἑώς θανάτου οὔτε οἱ ἄρρενες τὰς θηλείας οὔτε αἱ θήλειαι τοὺς ἄρρενας, ἀλλὰ καὶ τελευτήσαντος χηρεύει ὁ ὑπολειπόμενος, τὸ δ αὐτὸ ποιοῦσι καὶ κόρακες καὶ κορῶναι καὶ κολοιοί: "ἐπῳάζει δ ἐκ διαδοχῆς πᾶν τὸ περιστεροειδὲς γένος, καὶ γενομένων τῶν νεοττῶν ὁ ἄρρην ἐμπτύει αὐτοῖς, ὡς μὴ βασκανθῶσι. "τίκτει δὲ ᾠὰ δύο, ὧν τὸ μὲν πρῶτον ἄρρεν ποιεῖ , τὸ δὲ δεύτερον θῆλυ, τίκτουσι δὲ πᾶσαν ὡρ´αν τοῦ ἔτους: "διὸ δὴ καὶ δεκάκις τοῦ ἐνιαυτοῦ τιθέασιν, ἐν Αἰγύπτῳ δὲ δωδεκάκις. "τεκοῦσα γὰρ τῇ ἐχομένῃ ἡμέρᾳ συλλαμβάνει.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION