- 텍스트

Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 44 2:

(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 44 2:)

Ἀλέξανδρος δ ὁ Μύνδιος καὶ προσαγορεύεσθαί φησιν αὐτὸν λαγωδίαν.? φασὶ δ αὐτὸν καὶ τὴν τροφὴν ἀναμαρυκᾶσθαι ἥδεσθαί τε ἵππῳ. εἰ γοῦν τις δορὰν ἵππων περιθοῖτο θηρεύσει ὅσους ἂν θέλῃ προσίασι γάρ ἐν ἄλλοις δὲ πάλιν φησὶν ὁ Ἀριστοτέλης: "ὁ ὦτός ἐστι μὲν παρόμοιος τῇ γλαυκί, οὔκ ἐστι δὲ νυκτερινός, ἔχει τε περὶ τὰ ὦτα πτερύγια, διὸ καὶ ὦτος καλεῖται: "μέγεθος περιστερᾶς, μιμητὴς ἀνθρώπων ἀντορχούμενος γοῦν ἁλίσκεται. ἀνθρωποειδὴς δ ἐστὶ τὴν μορφὴν καὶ πάντων μιμητὴς ὅσα ἄνθρωπος ποιεῖ, διόπερ καὶ τοὺς ἐξαπατωμένους ῥᾳδίως ἐκ τοῦ τυχόντος οἱ κωμικοὶ ὤτους καλοῦσιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION