- 텍스트

Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 43

(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 43)

καλοῦνται δ οἱ πέρδικες ὑπ ἐνίων κακκάβαι, ὡς καὶ ὑπ Ἀλκμᾶνος λέγοντος οὕτως:? ἔπη δὲ γε καὶ μέλος Ἀλκμὰν εὑρ῀ε γεγλωσσάμενον: κακκαβίδων στόμα συνθέμενος, σαφῶς ἐμφανίζων ὅτι παρὰ τῶν περδίκων ᾄδειν ἐμάνθανε. διὸ καὶ Χαμαιλέων ὁ Ποντικὸς ἔφη: "τὴν εὑρ´εσιν τῆς μουσικῆς τοῖς ἀρχαίοις ἐπινοηθῆναι ἀπὸ τῶν ἐν ταῖς ἐρημίαις ᾀδόντων ὀρνίθων ὧν κατὰ μίμησιν λαβεῖν στάσιν τὴν μουσικήν. "ἐπὶ τάδε πέρδικες τοῦ Κορυδαλλοῦ πρὸς τὸ ἄστυ κακκαβίζουσιν, οἱ δ ἐπέκεινα τιττυβίζουσιν. "ἄνδρες οἱ ταῖς γεράνοις διαπολεμοῦντες πέρδιξιν ὀχήματι χρῶνται. "τοῖς πέρδιξι καὶ ταῖς γεράνοις πολεμοῦσι. τῶν δὲ περδίκων ἐστὶν ἕτερον γένος ἐν Ἰταλίᾳ ἀμαυρὸν τῇ πτερώσει καὶ μικρότερον τῇ ἕξει, τὸ ῥύγχος οὐχὶ κινναβάρινον ἔχον. οἱ δὲ περὶ τὴν Κίρραν πέρδικες ἄβρωτον ἔχουσι τὸ κρέας διὰ τὰς νομάς. οἱ δὲ περὶ τὴν Βοιωτίαν ἢ οὐ διαβαίνουσιν εἰς τὴν Ἀττικὴν ἢ διαβαίνοντες τῇ φωνῇ διάδηλοι γίγνονται, καθάπερ προειρήκαμεν. τοὺς δὲ περὶ Παφλαγονίαν γιγνομένους πέρδικάς φησι Θεόφραστος δύο ἔχειν καρδίας, οἱ δ ἐν Σκιάθῳ τῇ νήσῳ κοχλίας ἐσθίουσι.

τίκτουσι δ ἐνίοτε καὶ πεντεκαίδεκα καὶ ις. πέτονται δὲ ἐπὶ βραχύ, ὥς φησι Ξενοφῶν ἐν πρώτῳ Ἀναβάσεως γράφων οὕτως : "τὰς δὲ ὠτίδας ἄν τις ταχὺ ἀνιστῇ ἔστι. λαμβάνειν πέτονταί τε γὰρ βραχὺ ὥσπερ οἱ πέρδικες καὶ ταχὺ ἀπαγορεύουσι.

τὰ δὲ κρέα αὐτῶν ἡδέα ἐστίν. ἀληθῆ λέγειν φησὶ τὸν Ξενοφῶντα ὁ Πλούταρχος περὶ τῶν ὠτίδων φέρεσθαι γὰρ πάμπολλα τὰ ζῷα ταῦτα εἰς τὴν Ἀλεξάνδρειαν ἀπὸ τῆς παρακειμένης Λιβύης, τῆς θήρας αὐτῶν τοιαύτης γινομένης, μιμητικὸν δέ ἐστι τὸ ζῷον τοῦτο, ὁ ὦτος, μάλιστα ὧν ἂν ἴδῃ ποιοῦντα ἄνθρωπον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION