호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Φρύνιχος Τραγῳδοῖς:? τὸν Κλεόμβροτόν τε τοῦ Πέρδικος υἱόν. τὸ δὲ ζῷον ἐπὶ λαγνείας συμβολικῶς παρείληπται, Νικοφῶν ἐν Χειρογάστορσι: τοὺς ἑψητοὺς καὶ τοὺς πέρδικας ἐκείνους. Ἐπίχαρμος δ ἐν Κωμασταῖς βραχέως: σηπίας τ ἆγον νεούσας πέρδικάς τε πετομένους. φησὶ δ Ἀριστοτέλης περὶ τοῦ ζῴου τάδε: "ὁ πέρδιξ ἐστὶ μὲν χερσαῖος, σχιδανόπους, ζῇ δὲ ἔτη πεντεκαίδεκα, ἡ δὲ θήλεια καὶ πλείονα, πολυχρονιώτερα γὰρ ἐν τοῖς ὄρνισι τῶν ἀρρένων τὰ θήλεα, ἐπῳάζει δὲ καὶ ἐκτρέφει καθάπερ ἡ ἀλεκτορίς. ὅταν δὲ γνῷ ὅτι θηρεύεται, προελθὼν τῆς νεοττιᾶς κυλινδεῖται παρὰ τὰ σκέλη τοῦ θηρεύοντος, ἐλπίδα ἐμποιῶν τοῦ συλληφθήσεσθαι, ἐξαπατᾷ τε ἑώς ἂν ἀποπτῶσιν οἱ νεοττοί: "εἶτα καὶ αὐτὸς ἐξίπταται. "ἐστὶ δὲ τὸ ζῷον κακόηθες καὶ πανοῦργον, ἔτι δὲ ἀφροδισιαστικόν. διὸ καὶ τὰ ᾠὰ τῆς θηλείας συντρίβει, ἵνα ἀπολαύῃ τῶν ἀφροδισίων, ὅθεν ἡ θήλεια γιγνώσκουσα ἀποδιδράσκουσα τίκτει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기