호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πέρδιξ.? τούτων πολλοὶ μὲν μέμνηνται, ὡς καὶ Ἀριστοφάνης, τοῦ δὲ ὀνόματος αὐτῶν ἔνιοι συστέλλουσι τὴν μέσην συλλαβήν, ὡς Ἀρχίλοχος : πτώσσουσαν ὥστε πέρδικα. οὕτως καὶ ὄρτυγα καὶ χοίνικα, πολὺ δὲ ἐστι τὸ ἐκτεινόμενον παρὰ τοῖς Ἀττικοῖς. Σοφοκλῆς Καμικοῖς: ὄρνιθος ἦλθ ἐπώνυμος πέρδικος ἐν κλεινοῖς Ἀθηναίων πάγοις. Φερεκράτης ἢ ὁ πεποιηκὼς τὸν Χείρωνα: ἔξεισιν ἄκων δεῦρο πέρδικος τρόπον. Φρύνιχος Τραγῳδοῖς:
τὸν Κλεόμβροτόν τε τοῦ Πέρδικος υἱόν. τὸ δὲ ζῷον ἐπὶ λαγνείας συμβολικῶς παρείληπται, Νικοφῶν ἐν Χειρογάστορσι: τοὺς ἑψητοὺς καὶ τοὺς πέρδικας ἐκείνους. Ἐπίχαρμος δ ἐν Κωμασταῖς βραχέως: σηπίας τ ἆγον νεούσας πέρδικάς τε πετομένους. φησὶ δ Ἀριστοτέλης περὶ τοῦ ζῴου τάδε: "ὁ πέρδιξ ἐστὶ μὲν χερσαῖος, σχιδανόπους, ζῇ δὲ ἔτη πεντεκαίδεκα, ἡ δὲ θήλεια καὶ πλείονα, πολυχρονιώτερα γὰρ ἐν τοῖς ὄρνισι τῶν ἀρρένων τὰ θήλεα, ἐπῳάζει δὲ καὶ ἐκτρέφει καθάπερ ἡ ἀλεκτορίς. ὅταν δὲ γνῷ ὅτι θηρεύεται, προελθὼν τῆς νεοττιᾶς κυλινδεῖται παρὰ τὰ σκέλη τοῦ θηρεύοντος, ἐλπίδα ἐμποιῶν τοῦ συλληφθήσεσθαι, ἐξαπατᾷ τε ἑώς ἂν ἀποπτῶσιν οἱ νεοττοί: "εἶτα καὶ αὐτὸς ἐξίπταται. "ἐστὶ δὲ τὸ ζῷον κακόηθες καὶ πανοῦργον, ἔτι δὲ ἀφροδισιαστικόν. διὸ καὶ τὰ ᾠὰ τῆς θηλείας συντρίβει, ἵνα ἀπολαύῃ τῶν ἀφροδισίων, ὅθεν ἡ θήλεια γιγνώσκουσα ἀποδιδράσκουσα τίκτει. τὰ αὐτὰ ἱστορεῖ καὶ Καλλίμαχος ἐν τῷ περὶ ὀρνέων.
μάχονται δὲ καὶ οἱ χῆροι αὐτῶν πρὸς ἀλλήλους καὶ ὁ ἡττηθεὶς ὀχεύεται ὑπὸ τοῦ νικήσαντος Ἀριστοτέλης , δέ φησιν ὅτι τὸν ἡττηθέντα πάντες ἐν μέρει ὀχεύουσιν.
ὀχεύουσι δὲ καὶ οἱ τιθασοὶ τοὺς ἀγρίους, ἐπειδὰν δὲ κρατηθῇ τις ὑπὸ τοῦ δευτέρου, οὗτος λάθρᾳ ὀχεύεται ὑπὸ τοῦ κρατιστεύσαντος. γίνεται δὲ τοῦτο κατά τινα ὡρ´αν τοῦ ἔτους, ὡς καὶ ὁ Μύνδιός φησιν Ἀλέξανδρος νεοττεύουσι δὲ ἐπὶ γῆς οἱ ἄρρενες καὶ αἱ θήλειαι, διελόμενοι ἕκαστοι οἶκον. ἐπὶ δὲ τὸν θηρεύοντα πέρδικα ὠθεῖται ὁ τῶν ἀγρίων ἡγεμὼν μαχούμενος: ἁλόντος δὲ τούτου ἕτερος ἔρχεται μαχούμενος. καὶ ὁπόταν μὲν ἄρρην ᾖ ὁ θηρεύων, τοῦτο ποιεῖ:
ὅταν δὲ θήλεια ᾖ ἡ θηρεύουσα, ᾄδει ἑώς ἂν ἀπαντήσῃ ὁ ἡγεμὼν αὐτῇ, καὶ οἱ ἄλλοι ἀθροισθέντες ἀποδιώκουσιν ἀπὸ τῆς θηλείας, ὅτι ἐκείνῃ, ἀλλ οὐχ ἑαυτοῖς προσέχει. ὅθεν πολλάκις διὰ ταῦτα σιγῇ προσέρχεται, ὅπως μὴ ἄλλος ἀκούσας τῆς φωνῆς ἔλθῃ μαχούμενος αὐτῷ. ἐνίοτε δὲ ἡ θήλεια τὸν ἄρρενα προσιόντα κατασιγάζει. πολλάκις τε ἐπῳάζουσα ἐξίσταται, ὅταν προσερχόμενον ἐπαισθάνηται τὸν ἄρρενα τῇ θηρευούσῃ, ὑπομένει τε ὀχευθῆναι, ἵνα αὐτὸν ἀποσπάσῃ τῆς θηρευούσης. ἐπὶ τοσοῦτον δ ἐπτόηνται περὶ τὴν ὀχείαν οἱ πέρδικες καὶ οἱ ὄρτυγες ὡς εἰς τοὺς θηρεύοντας ἐμπίπτειν καθίζοντας ἐπὶ τῶν κεφαλῶν φασὶ δὲ καὶ τοὺς ἀγομένους θήλεις πέρδικας ἐπὶ θήραν, ὁπόταν ἴδωσιν ἢ ὄσφρωνται τῶν ἀρρένων κατ ἄνεμον στάντων ἢ περιπετομένων, ἐγκύους γίγνεσθαι, τινὲς δὲ καὶ παραυτίκα τίκτειν.
πέτονταί τε περὶ τὸν τῆς ὀχείας καιρὸν χάσκοντες καὶ τὴν γλῶσσαν ἔξω ἔχοντες οἵ τε θήλεις καὶ οἱ ἄρρενες. "χοἰ πέρδικες, ἔτι δὲ οἱ ἀλεκτρυόνες καὶ οἱ ὄρτυγες προϊένται τὴν γονὴν οὐ μόνον ἰδόντες τὰς θηλείας, ἀλλὰ κἂν ἀκούσωσιν αὐτῶν τὴν φωνήν.
τούτου δὲ αἴτιον ἡ τῇ ψυχῇ γινομένη φαντασία περὶ τῶν πλησιασμῶν. φανερώτατον δὲ γίνεται περὶ τὰς ὀχείας, ὅταν ἐξ ἐναντίας αὐτοῖς θῇς κάτοπτρον προστρέχοντες γάρ διὰ τὴν ἔμφασιν ἁλίσκονταί τε καὶ προϊένται τὸ σπέρμα, πλὴν τῶν ἀλεκτρυόνων. "τούτους δ ἡ τῆς ἐμφάσεως αἴσθησις εἰς μάχην προάγεται μόνον. ταῦτα μὲν ὁ Κλέαρχος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기