호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ταῖς συνθήκαις λέγω.? "τοῦ μὲν ὀλβιογάστορος Ἄμφις μέμνηται ἐν Γυναικομανίᾳ οὑτωσὶ λέγων Εὐρύβατε κνισολοῖχε, οὐκ ἔσθ ὅπως οὐκ ὀλβιογάστωρ εἶ σύ. φασιανικοῦ δὲ ὄρνιθος ὁ ἥδιστος Ἀριστοφάνης ἐν δράματι Ὄρνισιν. "Ἀττικοὶ δ εἰσὶ δύο πρεσβῦται ὑπὸ ἀπραγμοσύνης πόλιν ζητοῦντες ἐν ᾗ κατοικήσουσιν ἀπράγμονα: "καὶ αὐτοῖς ἀρέσκει ὁ βίος ὁ μετ ὀρνίθων, ἔρχονται οὖν ὡς τοὺς ὄρνιθας καὶ αἰφνίδιον αὐτοῖς ἐπιπτάντος ἑνὸς τῶν ὀρνίθων ἀγρίου τὴν ὄψιν, δείσαντες ἑαυτοὺς παραμυθούμενοι: "λέγουσι τὰ τ ἄλλα καὶ τάδε: "ὁδὶ δὲ δὴ τίς ἐστιν ὄρνις· "οὐκ ἐρεῖς· "β. Ἐπικεχοδὼς ἔγωγε φασιανικός. καὶ τὸ ἐν Νεφέλαις δὲ ἐπὶ τῶν ὀρνίθων ἔγωγε ἀκούω καὶ οὐκ ἐπὶ ἵππων ὡς πολλοί: "τοὺς φασιανούς, οὓς τρέφει Λεωγόρας. "δύναται γὰρ ὁ Λεωγόρας καὶ ἵππους τρέφειν καὶ ὄρνεις φασιανούς, κωμῳδεῖται γὰρ ὁ Λεωγόρας ὡς γαστρίμαργος ὑπὸ Πλάτωνος ἐν Περιαλγεῖ. Μνησίμαχος δ ἐν Φιλίππῳ εἷς δὲ καὶ οὗτός ἐστι τῶν τῆς μέσης κωμῳδίας ποιητῶν φησί: "καὶ τὸ λεγόμενον, σπανιώτερον πάρεστιν ὀρνίθων γάλα: "καὶ φασιανὸς ἀποτετιλμένος καλῶς. Θεόφραστος δὲ ὁ Ἐρέσιος, Ἀριστοτέλους μαθητής, ἐν τῇ γ περὶ ζῴων μνημονεύων αὐτῶν οὑτωσί πως λέγει: " ἐστὶ δὲ καὶ τοῖς ὄρνισι τοιαύτη διαφορά: "τὰ μὲν γάρ βαρέα καὶ μὴ πτητικά, καθάπερ ἀτταγήν, πέρδιξ, ἀλεκτρυών, φασιανός, εὐθὺς βαδιστικὰ καὶ δασέα. καὶ Ἀριστοτέλης ἐν ὀγδόῃ ζῴων ἱστορίας γράφει τάδε: ": "εἰσὶ δὲ τῶν ὀρνίθων οἱ μὲν κονιστικοί, οἱ δὲ λοῦνται, οἱ δὲ οὔτε κονιστικοὶ οὔτε λοῦνται. "ὅσοι δὲ μὴ πτητικοί, ἀλλ ἐπίγειοι, κονιστικοί, οἱο῀ν ἀλεκτορίς, πέρδιξ, ἀτταγήν, φασιανός, κορυδαλλός μνημονεύει δ αὐτῶν καὶ Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων. "φασιανὸν δὲ οὗτοι κεκλήκασιν αὐτὸν καὶ οὐ φασιανικόν. Ἀγαθαρχίδης δ ὁ Κνίδιος ἐν τῇ τετάρτῃ καὶ τριακοστῇ τῶν Εὐρωπιακῶν περὶ τοῦ Φάσιδος ποταμοῦ τὸν λόγον ποιούμενος γράφει καὶ ταῦτα: " πλῆθος δ ὀρνίθων τῶν καλουμένων φασιανῶν φοιτᾷ τροφῆς χάριν πρὸς τὰς ἐκβολὰς τῶν στομάτων Καλλίξεινος δ ὁ Ῥόδιος ἐν τετάρτῃ περὶ Ἀλεξανδρείας διαγράφων τὴν γενομένην πομπὴν ἐν Ἀλεξανδρείᾳ Πτολεμαίου τοῦ Φιλαδέλφου καλουμένου βασιλέως ὡς μέγα θαῦμα περὶ τῶν ὀρνίθων τούτων οὕτως γράφει: " εἶτα ἐφέροντο ἐν ἀγγείοις ψιττακοὶ καὶ ταῲ καὶ μελεαγρίδες καὶ φασιανοὶ καὶ ὄρνιθες Αἰθιοπικοὶ πλήθει πολλοί Ἀρτεμίδωρος δὲ ὁ Ἀριστοφάνειος ἐν ταῖς ἐπιγραφομέναις Ὀψαρτυτικαῖς Γλώσσαις καὶ Πάμφιλος ὁ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ ὀνομάτων καὶ γλωσσῶν Ἐπαίνετον παρατίθεται λέγοντα ἐν τῷ Ὀψαρτυτικῷ ὅτι ὁ φασιανὸς ὄρνις τατύρας καλεῖται. "Πτολεμαῖος δὲ ὁ Εὐεργέτης ἐν δευτέρῳ ὑπομνημάτων τέταρὸν φησιν ὀνομάζεσθαι τὸν φασιανὸν ὄρνιν. "τοσαῦτά σοι περὶ τῶν φασιανικῶν ὀρνίθων ἔχων λέγειν, οὓς ἐγὼ διά σὲ ὥσπερ οἱ πυρέσσοντες περιφερομένους εἶδον. "σὺ δὲ κατὰ τὰς συνθήκας ἂν μὴ αὔριον ἀποδῷς τὰ ὡμολογημένα, οὐκ ἐξαπατήσεως δημοσίᾳ σε γράψομαι, ἀλλὰ τὸν Φᾶσιν οἰκήσοντα ἀποπέμψω, ὡς Πολέμων ὁ περιηγητὴς Ἴστρον τὸν Καλλιμάχειον συγγραφέα εἰς τὸν ὁμώνυμον κατεπόντου ποταμόν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기