- 텍스트

Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 36

(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 36)

καὶ σὺ γάρ, ὡς ἐοίκε, μετ ἐμοῦ κατὰ τὸν Ἄλεξιν οὐδενὸς ἐμψύχου μεταλαμβάνεις, ὅς φησιν ἐν Ἀτθίδι τάδε:? ὁ πρῶτος εἰπὼν ὅτι σοφιστὴς οὐδὲ εἷς ἔμψυχον οὐδὲν ἐσθίει σοφός τις ἦν. ἐγὼ γὰρ ἥκω νῦν ἀγοράσας οὐδὲ ἓν ἔμψυχον ἰχθῦς ἐπριάμην τεθνηκότας μεγάλους, κρεᾴδι ἀρνὸς ἑφθὰ πίονος, οὐ ζῶντος: οὐχ οἱό῀ν τε γάρ. τί ἄλλο· ναί, ἡπάτιον ὀπτὸν προσέλαβον. τούτων ἐὰν δείξῃ τις ἢ φωνήν τι ἢ ψυχὴν ἔχον, ἀδικεῖν ὁμολογῶ καὶ παραβαίνειν τὸν νόμον. ἐπὶ τούτοις οὖν ἐάσον ἡμᾶς δειπνεῖν. ἰδοὺ γάρ, ἑώς πρὸς σὲ διαλέγομαι, καὶ οἱ φασιανικοὶ παραπεπλεύκασιν ὑπεριδόντες ἡμᾶς διὰ τὴν ἄκαιρὸν σου γλωσσαργίαν. "διδάσκαλε Μυρτίλε, ὁ ὀλβιογάστωρ σοι πόθεν καὶ εἰ φασιανικῶν τις ὀρνίθων μέμνηται τῶν παλαιῶν, ἐγώ σοι ἦρι μάλ οὐκ ἐφ Ἑλλήσποντον πλεύσας, ἀλλ εἰς τὴν ἀγορὰν πορευθεὶς ὠνήσομαι φασιανικόν, ὃν συγκατέδομαί σοι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION