- 텍스트

Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 34 3:

(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 34 3:)

ἀλλ, ὦ γαθέ, δειπνῶμεν πρῶτον, κἄπειτά με πάντ ἐπερωτᾶν ὅ τι ἂν βούλῃ:? νῦν γὰρ πεινῶν δεινῶς πώς εἰμ ἐπιλήσμων. καὶ ὁ Μυρτίλος ἡδέως πως συναπογραφόμενος αὐτῷ, ἵνα μηδενὸς μεταλαμβάνῃ, ἀλλὰ πάντα λαλῇ, ἔφη: Κρατῖνος ἐν Ὀδυσσεῦσιν εἴρηκε τὴν ὀξάλμην διὰ τούτων ἀνθ ὧν πάντας ἑλὼν ὑμᾶς ἐρίηρας ἑταίρους, φρύξας, ἑψήσας, κἀπ ἀνθρακιᾶς ὀπτήσας, εἰς ἅλμην τε καὶ ὀξάλμην κᾆτ ἐς σκοροδάλμην χλιερὸν ἐμβάπτων, ὃς ἂν ὀπτότατός μοι ἁπάντων ὑμῶν φαίνηται, κατατρώξομαι, ὦ στρατιῶται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION