- 텍스트

Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 34

(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 34)

εἰπόντος δὲ καὶ ἄλλου ἥδιστα γεγονέναι καὶ τὸν μετὰ ὀξυλιπάρου ἀλεκτρυόνα ὁ φιλεπιτιμητὴς Οὐλπιανὸς κατακείμενος μόνος, ὀλίγα δ ἐσθίων καὶ τηρῶν τοὺς λέγοντας ἔφη:? "ὀξυλίπαρον δὲ τί ἐστι· "πλὴν εἰ μὴ καὶ κόττανα ἡμῖν, καὶ λέπιδιν, τὰ πάτριά μου νόμιμα βρώματα, ὀνομάζειν μέλλετε. "ὁ κωμικὸς ἐν Δακτυλίῳ μέμνηται τοῦ ὀξυλιπάρου λέγων οὕτως: "γαλεοὺς καὶ βατίδας ὅσα τε τῶν γενῶν ἐν ὀξυλιπάρῳ τρίμματι σκευάζεται. "ἀκρολιπάρους δέ τινας ἀνθρώπους κέκληκεν Ἄλεξις ἐν Πονήρᾳ οὕτως: "ἀκρολίπαροι, τὸ δ ἄλλο σῶμ ὑπόξυλον. παρατεθέντος δέ ποτε καὶ ἰχθύος μεγάλου ἐν ὀξάλμῃ καὶ εἰπόντος τινὸς ἥδιστον εἶναι ὀψάριον πᾶν τὸ ἐν ὀξάλμῃ παρατιθέμενον, συναγαγὼν τὰς ὀφρῦς ὁ τὰς ἀκάνθας ἀγείρων Οὐλπιανὸς ποῦ κεῖται, ἔφη, ὀξάλμη·

ὀψάριον γὰρ παρ οὐδενὶ τῶν ζώντων λεγόμενον οἶδα. οἱ μὲν οὖν πολλοὶ μακρά χαίρειν εἰπόντες αὐτῷ ἐδείπνουν, τοῦ Κυνούλκου τὰ ἐξ Αὐρῶν Μεταγένους ἀναφωνήσαντος: ἀλλ, ὦ γαθέ, δειπνῶμεν πρῶτον, κἄπειτά με πάντ ἐπερωτᾶν ὅ τι ἂν βούλῃ:

νῦν γὰρ πεινῶν δεινῶς πώς εἰμ ἐπιλήσμων. καὶ ὁ Μυρτίλος ἡδέως πως συναπογραφόμενος αὐτῷ, ἵνα μηδενὸς μεταλαμβάνῃ, ἀλλὰ πάντα λαλῇ, ἔφη: Κρατῖνος ἐν Ὀδυσσεῦσιν εἴρηκε τὴν ὀξάλμην διὰ τούτων ἀνθ ὧν πάντας ἑλὼν ὑμᾶς ἐρίηρας ἑταίρους, φρύξας, ἑψήσας, κἀπ ἀνθρακιᾶς ὀπτήσας, εἰς ἅλμην τε καὶ ὀξάλμην κᾆτ ἐς σκοροδάλμην χλιερὸν ἐμβάπτων, ὃς ἂν ὀπτότατός μοι ἁπάντων ὑμῶν φαίνηται, κατατρώξομαι, ὦ στρατιῶται. καὶ Ἀριστοφάνης Σφηξὶν ἀποφυσήσας εἰς ὀξάλμην ἔμβαλε θερμήν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION