호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦσαν δὲ καὶ ἡμίκραιραι πολλαὶ δελφάκων, μνημονεύει δ αὐτῶν Κρώβυλος ἐν Ψευδυποβολιμαίῳ :? εἰσῆλθεν ἡμίκραιρα τακερὰ δέλφακος. ταύτης μὰ τὸν Δί οὐχὶ κατέλιπον δ ἐγὼ οὐδέν. μετὰ δὲ ταῦτα ὁ καλούμενος κρεωκάκκαβος. κρέα δ ἐστὶ ταῦτα συγκεκομμένα μεθ αἵματος καὶ λίπους ἐν ζωμῷ γεγλυκασμένῳ. ὁ Μυρτίλος ἔφη. "Ἀντικλείδης δ ἐν η Νόστων ἐν δείπνῳ, φησίν, μελλόντων Χίων ὑπ Ἐρυθραίων ἐξ ἐπιβουλῆς ἀναιρεῖσθαι μαθών τις τὸ μέλλον γίνεσθαι ἔφη ὦ Χῖοι, πολλὴ γὰρ Ἐρυθραίους ἔχει ὕβρις, φεύγετε δειπνήσαντες ὑὸς κρέα μηδὲ μένειν βοῦν. ἀναβράστων δὲ κρεῶν μνημονεύει Ἀριστομένης Γόησιν οὕτως : "καὶ ὄρχεις ἤσθιον, οὓς καὶ νεφροὺς ἐκάλουν Φιλιππίδης ἐν τῇ Ἀνανεώσει Γναθαίνης τῆς ἑταίρας τὸ γαστρίμαργον ἐμφανίζων λέγει: "ἔπειτ ἐπὶ τούτοις πᾶσιν ἧκ ὄρχεις φέρων πολλούς, τὰ μὲν οὖν γύναια τἄλλ ἠκκίζετο, ὁ ἡ δ ἀνδροφόνος Γνάθαιν ἀναγελάσασ1 ἅμα : "καλοί γε φησίν, οἱ νεφροί, νὴ τὴν φίλην Δήμητρα. " καὶ δύ ἁρπάσασα κατέπιεν, ὥσθ ὑπτίους ὑπὸ τοῦ γέλωτος καταπεσεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기