호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χήν.? "οἱ χῆνες σιτευτοί. "ὁ δὲ σιτευτὸς χὴν παρὰ τίνι· πρὸς ὃν ὁ Πλούταρχος: "Θεόπομπος μὲν ἔφη ὁ Χῖος ἐν ταῖς Ἑλληνικαῖς κἀν τῇ τρισκαιδεκάτῃ δὲ τῶν Φιλιππικῶν Ἀγησιλάῳ τῷ Λάκωνι εἰς Αἴγυπτον ἀφικομένῳ πέμψαι τοὺς Αἰγυπτίους χῆνας καὶ μόσχους σιτευτούς: "καὶ Ἐπιγένης δ ὁ κωμῳδιοποιὸς ἐν Βάκχαις φησίν ἀλλ εἴ τις ὥσπερ χῆν ἀνέτρεφέ μοι λαβὼν σιτευτόν. καὶ Ἀρχέστρατος ἐν τῷ πολυθρυλήτῳ ποιήματι καὶ σιτευτὸν χηνὸς ὁμοῦ σκεύαζε νεοττόν, ὀπτὸν ἁπλῶς καὶ τόνδε, σὺ δὲ ἡμῖν, ὦ Οὐλπιανέ, δίκαιος εἶ λέγειν, ὁ περὶ πάντων πάντας ἀπαιτῶν, ποῦ μνήμης ἠξίωται παρὰ τοῖς ἀρχαίοις τὰ πολυτελῆ ταῦτα τῶν χηνῶν ἥπατα, ὅτι γὰρ χηνοβοσκοὺς οἴδασι μάρτυς Κρατῖνος ἐν Διονυσαλεξάνδρῳ λέγων χηνοβοσκοί, βουκόλοι Ὅμηρος δὲ καὶ θηλυκῶς καὶ ἀρσενικῶς εἴρηκεν: "αἰετὸς ἀργὴν χῆνα φέρων καί: "ὣς ὅδε χῆν ἡρ´παξ ἀτιταλλομένην ἐνὶ οἴκῳ. καί: "χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν ἐξ ὕδατος, χηνείων δὲ ἡπάτων περισπούδαστα δὲ ταῦτα κατὰ τὴν ῾ Ῥώμην μνημονεύει Εὔβουλος ἐν Στεφανοπώλισι λέγων οὕτως: "εἰ μὴ σὺ χηνὸς ἧπαρ ἢ ψυχὴν ἔχεις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기