- 텍스트

Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 28

(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 28)

"τὰ τοιαῦτα ἐκμανθάνειν τοὺς μαγείρους ἢ ἅπερ παρά τινι τῶν πολιτῶν ἡμῶν, ὃς ὑπὸ πλούτου καὶ τρυφῆς τοὺς τοῦ θαυμασιωτάτου Πλάτωνος διαλόγους ἠνάγκαζεν ἐκμανθάνοντας τοὺς μαγείρους φέροντάς τε τὰς λοπάδας ἅμα λέγειν εἷς, δύο, τρεῖς:? "ὁ δὲ δή τέταρτος ἡμῖν, ὦ φίλε Τίμαιε, ποῦ τῶν χθὲς μὲν δαιτυμόνων, τὰ νῦν δ ἑστιατόρων· " ἔπειτ ἄλλος ἀπεκρίνατο ἀσθένειά τις αὐτῷ ξυνέπεσεν, ὦ Σώκρατες. " διεξήρχοντό τε τοῦ διαλόγου τὰ πολλὰ τὸν τρόπον τοῦτον, ὡς ἄχθεσθαι μὲν τοὺς εὐωχουμένους, ὑβρίζεσθαι δὲ τὸν πάνσοφον ἐκεῖνον ἄνθρωπον ὁσημέραι, καὶ διὰ τοῦτο πολλοὺς τῶν καθαρείων ἐξόμνυσθαι τὰς παρ ἐκείνῳ ἑστιάσεις, οἱ δὲ ἡμέτεροι οὗτοι ἅμα ἴσως ταῦτ ἐκμανθάνοντες οὐκ ὀλίγην ὑμῖν θυμηδίαν παρέχουσιν. "ἢ εἰρήκασιν οἱ πρὸ ἐμοῦ·

"ἢ ἐπὶ μετρίους ἐμαυτὸν ἄγω οὐ μεγαλαυχούμενος ἐπ ἐμαυτῷ· "καίτοι καὶ ὁ πρῶτος τῶν τὸν Ὀλυμπίασιν ἀγῶνα ἀναδησαμένων Κόροιβος ὁ Ἠλεῖος μάγειρος ἦν καὶ οὐχ οὕτως ὠγκύλλετο ἐπὶ τῇ τέχνῃ ὡς ὁ παρὰ Στράτωνι μάγειρος ἐν τῷ Φοινικίδῃ, περὶ οὗ τοιαῦτα λέγει ὁ μεμισθωμένος: "σφίγγ ἄρρεν, οὐ μάγειρον, εἰς τὴν οἰκίαν εἴληφ ἁπλῶς γὰρ οὐδὲ ἓν μὰ τοὺς θεοὺς ὅσ1 ἂν λέγῃ συνίημι: "καινὰ ῥήματα πεπορισμένος πάρεστιν. "ὡς εἰσῆλθε γάρ, εὐθὺς μ ἐπηρώτησε προσβλέψας μέγα πόσους κέκληκας μέροπας ἐπὶ δεῖπνον· "λέγε ἐγὼ κέκληκα μέροπας ἐπὶ δεῖπνον· "χολᾷς. τοὺς δέ μέροπας τούτους με γινώσκειν δοκεῖς· "οὐδεὶς παρέσται. "τοῦτο γὰρ νὴ τὸν Δία ἐστὶ κατάλοιπον μέροπας ἐπὶ δεῖπνον καλεῖν. οὐδ ἄρα παρέσται δαιτυμὼν οὐδεὶς ὅλως· "οὐκ οἰόμαί γε Δαιτυμών. ἐλογιζόμην ἥξει Φιλῖνος, Μοσχίων, Νικήρατος, ὁ δεῖν, ὁ δεῖνα: "κατ ὄνομ ἀνελογιζόμην οὐκ ἦν ἐν αὐτοῖς οὐδὲ εἷς μοι Δαιτυμών. οὐδεὶς παρέσται, φημί. τί λέγεις· "οὐδὲ εἷς· " σφόδρ ἠγανάκτησ1 ὥσπερ ἠδικημένος, εἰ μὴ κέκληκα Δαιτυμόνα. "καινὸν πάνυ. " σῦν ἄρα θύεις ἐρυσίχθον· " οὔκ, ἔφην ἐγώ. βοῦν δ εὐρυμέτωπον· "οὐ θύω βοῦν, ἄθλιε. "μῆλα θυσιάζεις ἆρα· "μὰ Δί ἐγὼ μὲν οὔ, οὐδέτερον αὐτῶν, προβάτιον δ. οὔκουν, ἔφη, τὰ μῆλα πρόβατα· "` μῆλα πρόβατ· "οὐ μανθάνω: "οὐκ οἶδα τούτων οὐδὲν οὐδὲ βούλομαι. "ἀγροικότερός εἰμ· "ὥσθ ἁπλῶς μοι διαλέγου. "Ὅμηρος, οὐκ οἶσθ, ἔλεγε ταῦτα· " καὶ μάλα ἐξῆν ὃ βούλοιτ, ὦ μάγειρ, αὐτῷ λέγειν. "ἀλλὰ τί πρὸς ἡμᾶς τοῦτο, πρὸς τῆς Ἑστίας· " κατ ἐκεῖνον ἤδη πρόσεχε καὶ τὰ λοιπὰ μοι Ὁμηρικῶς γὰρ διανοεῖ μ ἀπολλύναι· " οὕτω λαλεῖν εἰώθα. " μὴ τοίνυν λάλει οὕτω παρ ἔμοιγ ὤν. ἀλλὰ διὰ τὰς τέτταρας δραχμὰς ἀποβάλω φησί, ι τὴν προαίρεσιν· "τὰς οὐλοχύτας φέρε δεῦρο. " τοῦτο δ: "ἐστὶ τί· "κριθαί. τί οὖν, ἀπόπληκτε, περιπλοκὰς λέγεις· " πηγὸς πάρεστι· "πηγός· "οὐχὶ λαικάσει, ὁ ἐρεῖς σαφέστερὸν θ ὃ βούλει μοι λέγειν· ": "ἀτάσθαλὸς γ εἶ, πρέσβυ, φησ1 ῾ ἅλας φέρε τοῦτ ἔστι πηγός· " ἀλλὰ δεῖξον χέρνιβα. " παρῆν. ἔθυεν, ἔλεγεν ἄλλα ῥήματα τοιαῦθ ἃ μὰ τὴν Γῆν οὐδὲ εἷς ἤκουσεν ἄν, μίστυλλα, μοίρας, δίπτυχ, ὀβελούς, ὥστε με τῶν τοῦ Φιλίτα λαμβάνοντα βιβλίων σκοπεῖν ἕκαστα τί δύναται τῶν ῥημάτων, πλὴν ἱκέτευον αὐτὸν ἤδη μεταβαλεῖν ἀνθρωπίνως λαλεῖν τε. "τὸν δ οὐκ ἂν ταχὺ ἔπεισεν ἡ Πειθὼ μὰ τὴν Γῆν οἶδ ὅτι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION