호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὴν δ ἐξαίρεσιν, ὦ καλέ μου Οὐλπιανέ, Διονύσιος ὁ κωμῳδιοποιος ἐν τοῖς Ὁμωνύμοις τῷ δράματι οὕτως εἴρηκε ποιήσας τινὰ μάγειρον πρὸς τοὺς μαθητὰς διαλεγόμενον ἄγε δὴ Δρόμων νῦν, εἴ τι κομψὸν ἢ σοφὸν ἢ γλαφυρὸν οἶσθα τῶν σεαυτοῦ πραγμάτων, φανερὸν ποίησον τοῦτο τῷ διδασκάλῳ.? νῦν τὴν ἀπόδειξιν τῆς τέχνης αἰτῶ σ1 ἐγώ. εἰς πολεμίαν ἄγω σε: θαρρῶν κατάτρεχε: ἀριθμῷ διδόασι τὰ κρέα καὶ τηροῦσί σε. τακερὰ ποιήσας ταῦτα καὶ ζέσας σφόδρα τὸν ἀριθμὸν αὐτῶν, ὡς λέγω σοι, σύγχεον. ἰχθὺς ἁδρὸς πάρεστι: τἀντός ἐστι σά. κἂν τέμαχος ἐκκλίνῃς τι, καὶ τοῦτ ἐστὶ σὸν ἑώς ἂν ἔνδον ὦμεν: ὅταν ἔξω δ, ἐμόν.
ἐξαιρέσεις καὶ τἄλλα τἀκόλουθ ὅσα οὔτ ἀριθμὸν οὔτε ἔλεγχον ἐφ ἑαυτῶν ἔχει, περικόμματος δὲ τάξιν ἢ θέσιν φέρει, εἰς αὔριον σὲ κἀμὲ ταῦτ εὐφρανάτω λαφυροπώλῃ παντάπασι μεταδίδου, τὴν πάροδον ἵν ἔχῃς τῶν θυρῶν εὐνουστέραν τί δεῖ λέγειν με πολλὰ πρὸς συνειδότα· ἐμὸς εἶ μαθητής, σὸς δ ἐγὼ διδάσκαλος, μέμνησο τῶνδε καὶ βάδιζε δεῦρ ἅμα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기