호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εὔφρων δέ, οὗ καὶ πρὸ βραχέος ἐμνήσθην, ἄνδρες δικασταὶ δικαστὰς γὰρ ὑμᾶς οὐκ ὀκνήσαιμ ἂν καλεῖν ἀναμένων τὴν ὑμετέραν τῶν αἰσθητηρίων κρίσιν ἐν τοῖς Ἀδελφοῖς τῷ δράματι ποιήσας τινὰ μάγειρον πολυμαθῆ καὶ εὐπαίδευτον μνημονεύοντά τε τῶν πρὸ αὑτοῦ τεχνιτῶν καὶ τίνα ἕκαστος εἶχεν ἰδίαν ἀρετὴν καὶ ἐν τίνι ἐπλεονέκτει, ὅμως οὐδενὸς ἐμνήσθη τοιούτου ὧν ἐγὼ ὑμῖν πολλάκις τυγχάνω παρασκευάζων.? λέγει δ οὖν οὕτως: : πολλῶν μαθητῶν γενομένων ἐμοί, Λύκε, διὰ τὸ νοεῖν ἀεί τι καὶ ψυχὴν ἔχειν ἄπει γεγονὼς μάγειρος ἐκ τῆς οἰκίας ἐν οὐχ ὅλοις δέκα μησί, πολὺ νεώτατος. Ἆγις Ῥόδιος ὤπτηκεν ἰχθὺν μόνος ἄκρως, Νηρεὺς δ ὁ Χῖος γόγγρον ἧψε τοῖς θεοῖς, θρῖον τὸ λευκὸν οὑξ Ἀθηνῶν Χαριάδης, ζωμὸς μέλας ἐγένετο πρώτῳ Λαμπρίᾳ, ἀλλᾶντας Ἀφθόνητος, Εὔθυνος φακῆν, ἀπὸ συμβολῶν συνάγουσιν Ἀριστίων σπάρους.
οὗτοι μετ ἐκείνους τοὺς σοφιστὰς τοὺς πάλαι γεγόνασιν ἡμῶν ἑπτὰ δεύτεροι σοφοί. ἐγὼ δ ὁρῶν τὰ πολλὰ προκατειλημμένα εὑρ῀ον τὸ κλέπτειν πρῶτος ὥστε μηδένα μισεῖν με διὰ τοῦτ, ἀλλὰ πάντας λαμβάνειν.
ὑπ ἐμοῦ δ ὁρῶν σὺ τοῦτο προκατειλημμένον ἴδιον ἐφεύρηκάς τι καὶ τοῦτ ἐστὶ σόν. πέμπτην ἔθυον ἡμέραν οἱ Τήνιοι πολλοὶ παρόντες, πλοῦν πολὺν πεπλευκότες, λεπτὸν ἔριφον καὶ μικρόν, οὐκ ἦν ἐκφορὰ Λύκῳ κρεῶν τότ οὐδὲ τῷ διδασκάλῳ. ἑτέρους πορίσασθαι δύ ἐρίφους ἠνάγκασας: τὸ γὰρ ἧπαρ αὐτῶν πολλάκις σκοπουμένων:
καθεὶς κάτω τὴν χεῖρα τὴν μίαν λαθὼν ἔρριψας εἰς τὸν λάκκον ἰταμῶς τὸν νεφρόν. "οὐκ ἔχει νεφρόν" ἔλεγον. ἔκυπτον οἱ παρόντες ἀποβολῇ, ἔθυσαν ἕτερον, τοῦ δὲ δευτέρου πάλιν τὴν καρδίαν εἶδόν σε καταπίνοντ ἐγώ.
πάλαι μέγας εἶ, γίνωσκε: τοῦ γὰρ μὴ χανεῖν λύκον διὰ κενῆς σὺ μόνος εὑρ´ηκας τέχνην, χορδῆς ὀβελίσκους ἠρέμα ζυγουμένους δύ ἐχθὲς ὠμοὺς εἰς τὸ πῦρ ἀποσβέσας καὶ πρὸς τὸ δίχορδον ἐτερέτιζες. ἐκεῖνο δρᾶμα, τοῦτο δ ἐστὶ παίγνιον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기