호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μέγας δὲ ἐστι σοφιστὴς καὶ οὐδὲν ἥττων τῶν ἰατρῶν εἰς ἀλαζονείαν καὶ ὁ παρὰ Σωσιπάτρῳ μάγειρος ἐν Καταψευδομένῳ λέγων ὧδε:? οὐ παντελῶς εὐκαταφρόνητος ἡ τέχνη, ἂν κατανοήσῃς, ἐστὶν ἡμῶν, Δημύλε, ἀλλὰ πέπλυται τὸ πρᾶγμα, καὶ πάντες σχεδὸν εἶναι μάγειροί φασιν οὐδὲν εἰδότες: ὑπὸ τῶν τοιούτων ἡ τέχνη λυμαίνεται, ἐπεὶ μάγειρον ἂν λάβῃς ἀληθινόν, ἐκ παιδὸς ὀρθῶς εἰς τὸ πρᾶγμ εἰσηγμένον καὶ τὰς δυνάμεις κατέχοντα καὶ τὰ μαθήματα ἅπαντ ἐφεξῆς εἰδόθ, ἕτερόν σοι τυχὸν φανήσεται τὸ πρᾶγμα. τρεῖς ἡμεῖς μόνοι: ἐσμὲν ἔτι λοιποί, Βοιδίων καὶ Χαριάδης ἐγώ τε: τοῖς λοιποῖς δὲ προσπέρδου. δή. τί φής· α. ἐγώ5· τὸ διδασκαλεῖον ἡμεῖς σῴζομεν τὸ Σίκωνος: οὗτος τῆς τέχνης ἀρχηγὸς ἦν.
ἐδίδασκεν ἡμᾶς πρῶτον ἀστρολογεῖν ἔπειτα μετὰ ταῦτ εὐθὺς ἀρχιτεκτονεῖν. περὶ φύσεως κατεῖχε πάντας τοὺς λόγους: ἐπὶ πᾶσι τούτοις ἔλεγε τὰ στρατηγικά, πρὸ τῆς τέχνης ἔσπευδε ταῦθ ἡμᾶς μαθεῖν. δή. ἆρα σύ με κόπτειν οἱο῀ς εἶ γε, φίλτατε· α. οὔκ, ἀλλ ἐν ὅσῳ προσέρχετ ἐξ ἀγορᾶς ὁ παῖς μικρὰ διακινήσω σε περὶ τοῦ πράγματος, ἵνα τῷ λαλεῖν λάβωμεν εὔκαιρον χρόνον. δή.
Ἄπολλον, ἐργῶδὲς γ. Α. ἄκουσον, ὦγαθέ: δεῖ τὸν μάγειρον εἰδέναι πρώτιστα μὲν περὶ τῶν μετεώρων τάς τε τῶν ἄστρων δύσεις καὶ τὰς ἐπιτολὰς καὶ τὸν ἥλιον πότε ἐπὶ τὴν μακράν τε καὶ βραχεῖαν ἡμέραν ἐπάνεισι κἀν ποίοισίν ἐστι ζῳδίοις. τὰ γὰρ ὄψα πάντα καὶ τὰ βρώματα σχεδὸν ἐν τῇ περιφορᾷ τῆς ὅλης συντάξεως ἑτέραν ἐν ἑτέροις λαμβάνει τὴν ἡδονήν. ὁ μὲν οὖν κατέχων τὰ τοιαῦτα τὴν ὡρ´αν ἰδὼν τούτων ἑκάστοις ὡς προσήκει χρήσεται, ὁ δ ἀγνοῶν ταῦτ εἰκότως τυντλάζεται. πάλιν τὸ περὶ τῆς ἀρχιτεκτονικῆς ἴσως ἐθαύμασας τί τῇ τέχνῃ συμβάλλεται.
δὴ, ἐγὼ δ ἐθαύμασ1· α. ἀλλ ὅμως ἐγὼ φράσω τοὐπτάνιον ὀρθῶς καταβαλέσθαι καὶ τὸ φῶς λαβεῖν: ὅσον δεῖ καὶ τὸ πνεῦμ ἰδεῖν πόθεν ἐστίν, μεγάλην χρείαν τιν εἰς τὸ πρᾶγμ ἔχει. ὁ καπνὸς φερόμενος δεῦρο κἀκεῖ διαφορὰν εἰώθε τοῖς ὄψοισιν ἐμποιεῖν τινα, τί οὖν·
ἔτι σοι δίειμι τὰ στρατηγικὰ ἔχω γε τὸν μάγειρον. ἡ τάξις σοφὸν ἁπανταχοῦ μέν ἐστι κἀν πάσῃ τέχνῃ, ἐν τῇ καθ ἡμᾶς δ ὥσπερ ἡγεῖται σχεδόν. τὸ γὰρ παραθεῖναι κἀφελεῖν τεταγμένως ἕκαστα καὶ τὸν καιρὸν ἐπὶ τούτοις ἰδεῖν, πότε δεῖ πυκνότερον ἐπαγαγεῖν καὶ πότε βάδην, καὶ πῶς ἔχουσι πρὸς τὸ δεῖπνον καὶ πότε εὔκαιρον αὐτοῖς ἐστι τῶν ὄψων τὰ μὲν θερμὰ παραθεῖναι, τὰ δ ἐπανέντα, τὰ δὲ μέσως, τὰ δ ὅλως ἀποψύξαντα, ταῦτα πάντα δὴ ἐν τοῖς στρατηγικοῖσιν ἐξετάζεται μαθήμασιν.
δή.
πεισθέντι παραδείξας ἐμοὶ τὰ δέοντ ἀπελθὼν αὐτὸς ἡσυχίαν ἄγε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기