호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅταν ἐρανισταῖς, Καρίων, διακονῇς, οὐκ ἔστι παίζειν οὐδ ἃ μεμάθηκας ποιεῖν.? ἐχθὲς κεκινδύνευκας: οὐδεὶς εἶχέ σοι κωβιὸς ὅλως γὰρ ἧπαρ, ἀλλ ἦσαν κενοί: ἐγκέφαλος: ἠλλοίωτο. δεῖ δέ, Καρίων, ὅταν μὲν ἔλθῃς εἰς τοιοῦτον συρφετόν, Δρόμωνα καὶ Κέρδωνα καὶ Σωτηρίδην, μισθὸν διδόντας ὅσον ἂν αἰτήσῃς, ἁπλῶς εἶναι δίκαιον, οὗ δὲ νῦν βαδίζομεν εἰς τοὺς γάμους, ἀνδροφόνον. ἂν τοῦτ αἰσθάνῃ, ἐμὸς εἶ μαθητὴς καὶ μάγειρος οὐ κακός. ὁ καιρὸς εὐκτός ὠφελοῦ. φιλάργυρος ὁ γέρων, ὁ μισθὸς μικρός: εἴ σε λήψομαι νῦν μὴ κατεσθίοντα καὶ τοὺς ἄνθρακας, ἀπόλωλας. εἴσω πάραγε: καὶ γὰρ αὐτὸς οὑτοσὶ προσέρχεθ ὁ γέρων, ὡς δὲ καὶ γλίσχρον βλέπει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기