- 텍스트

Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 18

(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 18)

περὶ δὲ ὑῶν ὅτι ἱερόν ἐστι τὸ ζῷον παρὰ Κρησὶν Ἀγαθοκλῆς ὁ Βαβυλώνιος ἐν πρώτῳ περὶ Κυζίκου φησὶν οὕτως:? "μυθεύουσιν ἐν Κρήτῃ γενέσθαι τὴν Διὸς τέκνωσιν ἐπὶ τῆς Δίκτης, ἐν ᾗ καὶ ἀπόρρητος γίνεται θυσία, λέγεται γὰρ ὡς ἄρα Διὶ θηλὴν ὑπέσχεν ὗς καὶ τῷ σφετέρῳ γρυσμῷ περιοιχνεῦσα τὸν κνυζηθμὸν τοῦ βρέφεος ἀνεπάιστον τοῖς παριοῦσιν ἐτίθει. "διὸ πάντες τὸ ζῷον τοῦτο περίσεπτον ἡγοῦνται καὶ οὐκ ἄν, φησί, τῶν κρεῶν δαίσαιντο. "Πραίσιοι δὲ καὶ ἱερὰ ῥέζουσιν ὑί, καὶ αὕτη προτελὴς αὐτοῖς ἡ θυσία νενόμισται. "πεταλίδων δέ τοι συῶν μορφαῖς ταῖσδε πόλλ ἐπάιον. πεταλίδας δ αὐτὰς εἴρηκε μεταφέρων ἀπὸ τῶν μόσχων οὗτοι γὰρ πέτηλοι λέγονται ἀπὸ τῶν κεράτων ὅταν αὐτὰ ἐκπέταλα ἔχωσι.

παραπλησίως δὲ τῷ Ἀχαιῷ καὶ Ἐρατοσθένης ἐν Ἀντερινύι τοὺς σύας λαρινοὺς προσηγόρευσε μεταγαγὼν καὶ αὐτὸς ἀπὸ τῶν λαρινῶν βοῶν οἳ οὕτως ἐκλήθησαν ἤτοι ἀπὸ τοῦ λαρινεύεσθαι ὅπερ ἐστὶ σιτίζεσθαι. τοῦ βουκολοῦντος αὐτάς Λαρῖνος δ οὗτος ἐκαλεῖτο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION