호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κολοκύντη.? χειμῶνος δὲ ὡρ´ᾳ ποτὲ κολοκυντῶν ἡμῖν περιενεχθεισῶν πάντες ἐθαυμάζομεν νεαρὰς εἶναι νομίζοντες, καὶ ὑπεμιμνησκόμεθα ὧν ἐν ῾` Ὥραις ὁ χαρίεις Ἀριστοφάνης εἶπεν ἐπαινῶν τὰς καλὰς Ἀθήνας ἐν τούτοις: ὄψει δὲ χειμῶνος μέσου σικυούς, βότρυς, ὀπώραν, στεφάνους ἰών, ῥόδων, κρίνων, κονιορτὸν ἐκτυφλοῦντα. αὑτὸς δ ἀνὴρ πωλεῖ κίχλας, ἀπίους, σχαδόνας, ἐλάας, πυόν, χόρια, χελιδόνια, τέττιγας, ἐμβρύεια. ὑρίσους δ ἴδοις ἂν νειφομένους σύκων ὁμοῦ τε μύρτων ἔπειτα κολοκύντας ὁμοῦ ταῖς γογγυλίσιν ἀροῦσιν, ὥστ οὐκέτ οὐδεὶς οἶδ ὁπηνίκ ἐστὶ τοὐνιαυτοῦ μέγιστον ἀγαθόν, εἴπερ ἔστι δι ἐνιαυτοῦ ὅτου τις ἐπιθυμεῖ λαβεῖν. β. κακὸν μὲν οὖν μέγιστον εἰ μὴ γὰρ ἦν, οὐκ ἂν ἐπεθύμουν οὐδ ἂν ἐδαπανῶντο . ἐγὼ δὲ ταῦτ ὀλίγον χρόνον χρήσας ἀφειλόμην ἄν. α. κἄγωγε ταῖς ἄλλαις πόλεσι δρῶ ταῦτα πλὴν Ἀθηνῶν. τούτοις δ ὑπάρχει ταῦτ, ἐπειδὴ τοὺς θεοὺς σέβουσιν.
ἐζήτει οὖν ὁ Λαρήνσιος εἰ καὶ τὴν χρῆσιν ταύτην ἠπίσταντο οἱ ἀρχαῖοι, καὶ ὁ Οὐλπιανὸς ἔφη: β. ἀπέλαυσαν ἄρα σέβοντες ὑμᾶς, ὡς σὺ φής. α. τιὴ τί· β. Αἴγυπτον αὐτῶν τὴν πόλιν πεποίηκας ἀντ Ἀθηνῶν. ἐθαυμάζομεν οὖν τὰς κολοκύντας μηνὶ Ιἀνουαρίῳ ἐσθίοντες: χλωραί τε γὰρ ἦσαν καὶ τὸ ἴδιον ἀπεδίδοσαν τοῦ χυμοῦ, ἐτύγχανον δ οὖσαι τῶν συντεθειμένων ὑπὸ τῶν τὰ τοιαῦτα μαγγανεύειν εἰδότων ὀψαρτυτῶν. "Νίκανδρος ὁ Κολοφώνιος ἐν τῷ δευτέρῳ τῶν Γεωργικῶν μνημονεύει ταύτης τῆς χρήσεως σικύας ὀνομάζων τὰς κολοκύντας:
"οὕτως γὰρ ἐκαλοῦντο, ὡς πρότερον εἰρήκαμεν λέγει δ οὕτως : "αὐτὰς μὴν σικύας τμήγων ἀνὰ κλώσμασι πείραις, ἠέρι δὲ ξήρανον ἐπεγκρεμάσαιο δὲ καπνῷ, χείμασιν ὄφρ ἂν δμῶες ἅλις περιχανδέα χύτρον πλήσαντες ῥοφέωσιν ἀεργέες, ἑφθά τε μάκτρῃ ὄσπρια πανσπερμηδὸν ἐπεγχεύῃσιν ἀλετρίς. τῇ ἔνι μὲν σικύης ὁρ´μους βάλον ἐκπλύναντες, ἐν δὲ μύκην σειράς τε πάλαι λαχάνοισι πλακείσας αὐοτέροις καυλοῖς τε μιγήμεναι ἔστ ἐάρ ἵξῃ. ὄρνεις.
ἐπεὶ δὲ καὶ ὄρνεις ἐπῆσαν ταῖς κολοκύνταις καὶ ἄλλοις κνιστοῖς λαχάνοις οὕτως δ εἴρηκεν Ἀριστοφάνης ἐν Δηλίᾳ τὰ σύγκοπτα λάχανα, κνιστὰ ἢ στέμφυλα, ὁ Μυρτίλος ἔφη: "ἀλλὰ μὴν καὶ ὄρνιθας καὶ ὀρνίθια νῦν μόνως ἡ συνήθεια καλεῖ τὰς θηλείας, ὧν ὁρῶ περιφερόμενον πλῆθος καὶ Χρύσιππος δ ὁ φιλόσοφος ἐν τῷ πέμπτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς γράφει οὕτως : " καθάπερ τινὲς τὰς λευκὰς ὄρνιθας τῶν μελαινῶν ἡδίους εἶναι μᾶλλον᾿, ἀλεκτρυόνας δὲ καὶ ἀλεκτοριδέας τοὺς ἄρρενας: "τῶν ἀρχαίων δὲ τὸ ὄρνις καὶ ἀρσενικῶς καὶ θηλυκῶς λεγόντων ἐπ ἄλλων ὀρνέων, οὐ περὶ τούτου τοῦ εἰδικοῦ, περὶ οὗ φησιν ἡ συνήθεια ὄρνιθας ὠνήσασθαι. "Ὅμηρος μὲν οὖν φησι: "ὄρνιθες δέ τε πολλοὶ ὑπ αὐγὰς ἠελίοιο. "καὶ ἀλλαχόθι θηλυκῶς ὄρνιθι λιγυρῇ. καί: "ὡς δ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι μάστακ ἐπεί κε λάβῃσι, κακῶς δὲ τὲ οἱ πέλει αὐτῇ. Μένανδρος δ ἐν Ἐπικλήρῳ πρώτῃ σαφῶς τὸ ἐπὶ τῆς συνηθείας φησὶν ἐμφανίζων οὕτως: " ἀλεκτρυών τις ἐκεκράγει μέγα. "οὐ σοβήσετ ἔξω, φησί, τὰς ὄρνιθας ἀφ ἡμῶν· "καὶ πάλιν αὕτη ποτ ἐξεσόβησε τὰς ὄρνις μόλις. "ὀρνίθια δ εἴρηκε Κρατῖνος ἐν Νεμέσει οὕτως : "τἄλλα πάντ ὀρνίθια. " ἐπὶ δὲ τοῦ ἀρσενικοῦ οὐ μόνον ὄρνιν ἀλλὰ καὶ ὄρνιθα, ὁ αὐτὸς Κρατῖνος ἐν τῷ αὐτῷ δράματι: "ὄρνιθα φοινικόπτερον. " καὶ πάλιν ὄρνιθα τοίνυν δεῖ σε γίγνεσθαι μέγαν. "καὶ Σοφοκλῆς Ἀντηνορίδαις : "ὄρνιθα καὶ κήρυκα καὶ διάκονον. "Αἰσχύλος Καβείροις: "ὄρνιθα δ οὐ ποιῶ σε τῆς ἐμῆς ὁδοῦ. Ξενοφῶν δ ἐν δευτέρῳ Παιδείας: " ἐπὶ μὲν τοὺς ὄρνιθας τῷ ἰσχυροτάτῳ χειμῶνι. " Μένανδρος Διδύμαις, ὄρνεις φέρων ἐλήλυθα. " καὶ ἑξῆς ὄρνιθας ἀποστέλλει φησίν. ὅτι δὲ καὶ ἐπὶ τοῦ πληθυντικοῦ ὄρνις λέγουσι πρόκειται τὸ Μενάνδρειον μαρτύριον ἀλλὰ καὶ Ἀλκμάν πού φησι: "λῦσαν δ ἄπρακτα νεάνιδες ὥστ ὄρνις ἱέρακος ὑπερπταμένω. "καὶ Εὔπολις ἐν Δήμοις: "οὐ δεινὸν οὖν κριοὺς ἔμ ἐκγεννᾶν τέκνα ὄρνις θ ὁμοίους τοὺς νεοττοὺς τῷ πατρί· "τὸν δ ἀλεκτρυόνα ἐκ τῶν ἐναντίων οἱ ἀρχαῖοι καὶ θηλυκῶς εἰρήκασι. "Κρατῖνος Νεμέσει: "Λήδα, σὸν ἔργον δεῖ σ1 ὅπως εὐσχήμονος ἀλεκτρυόνος μηδὲν διοίσει τοὺς τρόπους, ἐπὶ τῷδ ἐπῴζουσ1, ὡς ἂν ἐκλέψῃς καλὸν ἡμῖν τι καὶ θαυμαστὸν ἐκτοῦδ ὄρνεον. "Στράττις Ψυχασταῖς: "αἱ δ ἀλεκτρυόνες ἅπασαι καὶ τὰ χοιρίδια τέθνηκε καὶ τὰ μίκρ ὀρνίθια. "Ἀναξανδρίδης Τηρεῖ: "ὀχευομένους δὲ τοὺς κάπρους καὶ τὰς ἀλεκτρυόνας θεωροῦσ1 ἄσμενοι. "ἐπεὶ δὲ τοῦ κωμικοῦ τούτου ἐμνήσθην καὶ οἶδα τὸ δρᾶμα τὸν Τηρέα αὐτοῦ μὴ κεκριμένον ἐν τοῖς πρώτοις ἐκθήσομαι ὑμῖν, ἄνδρες φίλοι, εἰς κρίσιν ἃ εἴρηκε περὶ αὐτοῦ Χαμαιλέων ὁ Ἡρακλεώτης ἐν ἕκτῳ περὶ κωμῳδίας γράφων ὧδε: " Ἀναξανδρίδης διδάσκων ποτὲ διθύραμβον Ἀθήνησιν εἰσῆλθεν ἐφ ἵππου καὶ ἀπήγγειλέν τι τῶν ἐκ τοῦ ᾄσματος, ἦν δὲ τὴν ὄψιν καλὸς καὶ μέγας καὶ κόμην ἔτρεφε καὶ ἐφόρει ἁλουργίδα καὶ κράσπεδα χρυσᾶ, πικρὸς δ ὢν τὸ ἦθος ἐποίει τι τοιοῦτο περὶ τὰς κωμῳδίας: "ὅτε γὰρ μὴ νικῴη, λαμβάνων ἔδωκεν εἰς τὸν λιβανωτὸν κατατεμεῖν καὶ οὐ μετεσκεύαζεν ὥσπερ οἱ πολλοί, καὶ πολλὰ ἔχοντα κομψῶς τῶν δραμάτων ἠφάνιζε, δυσκολαίνων τοῖς θεαταῖς διὰ τὸ γῆρας. " λέγεται δ εἶναι τὸ γένος Ῥόδιος ἐκ Καμίρου. "θαυμάζω οὖν πῶς καὶ ὁ Τηρεὺς περιεσώθη μὴ τυχὼν νίκης καὶ ἄλλα δράματα τῶν ὁμοίων τοῦ αὐτοῦ, καὶ Θεόπομπος δὲ ἐν Εἰρήνῃ ἐπὶ τῆς θηλείας ἔταξε τὸν ἀλεκτρυόνα λέγων οὕτως ἄχθομαι δ ἀπολωλεκὼς ἀλεκτρυόνα τίκτουσαν ᾠὰ πάγκαλα. "καὶ Ἀριστοφάνης Δαιδάλῳ: "ᾠὸν μέγιστον τέτοκεν, ὡς ἀλεκτρυών, καὶ πάλιν πολλαὶ τῶν ἀλεκτρυόνων βίᾳ ὑπηνέμια τίκτουσιν ᾠὰ πολλάκις. "ἐν δὲ Νεφέλαις διδάσκων τὸν πρεσβύτην περὶ ὀνόματος διαφορᾶς φησι: "νῦν δὲ πῶς με χρὴ καλεῖν· ". ἀλεκτρύαιναν, τὸν δ ἕτερον ἀλέκτορα. "λέγεται δὲ καὶ ἀλεκτορὶς καὶ ἀλέκτωρ. "Σιμωνίδης ἱμερόφων ἀλέκτωρ ἔφη. "Κρατῖνος ῾` Ὥραις: ": "ὥσπερ ὁ Περσικὸς ὡρ´αν πᾶσαν καναχῶν ὁλόφωνος ἀλέκτωρ. "εἴρηται δ οὕτως ἐπειδὴ καὶ ἐκ τοῦ λέκτρου ἡμᾶς διεγείρει. "οἱ δὲ Δωριεῖς λέγοντες ὄρνιξ τὴν γενικὴν διὰ τοῦ χ λέγουσιν ὄρνιχος. "Ἀλκμὰν δὲ διὰ τοῦ ς τὴν εὐθεῖαν ἐκφέρει: "ἁλιπόρφυρος εἰάρος ὄρνις. δέλφαξ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기