호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κεφαλωτόν.? τοῦτο καὶ πράσιον καλεῖσθαί φησιν ὁ αὐτὸς Δίφιλος. καὶ εὐχυλότερον εἶναι τοῦ καρτοῦ. εἶναι δὲ καὶ αὐτὸ μέσως λεπτυντικόν, θρεπτικόν τε καὶ πνευματῶδες. Ἐπαίνετος δ ἐν Ὀψαρτυτικῷ τὰ κεφαλωτὰ καλεῖσθαί φησι γηθυλλίδας. τοῦτο δὲ τὸ ὄνομα μνήμης εὑρίσκω τετυχηκὸς παρὰ μὲν Εὐβούλῳ ἐν Πορνοβοσκῷ οὕτως οὐκ ἂν δυναίμην ἐμφαγεῖν ἄρτον τινά: παρὰ Γναθαινίῳ γὰρ ἄρτι κατέφαγον, ἕψουσαν αὐτὴν καταλαβὼν γηθυλλίδας. οἱ δὲ τὸ γήθυον καλούμενον τοῦτό φασιν εἶναι, οὗ μνημονεύει Φρύνιχος ἐν Κρόνῳ : ὅπερ ἐξηγούμενος δρᾶμα Δίδυμος ὅμοιά φησιν εἶναι τὰ γήθυα τοῖς λεγομένοις ἀμπελοπράσοις, τὰ δ αὐτὰ καὶ γηθυλλίδας λέγεσθαι. μνημονεύει τῶν γηθυλλίδων καὶ Ἐπίχαρμος ἐν Φιλοκτήτῃ οὕτως: "ἐν δὲ σκόροδα δύο καὶ γαθυλλίδες δύο. Ἀριστοφάνης Αἰολοσίκωνι δευτέρῳ:
τῶν δὲ γηθύων ῥίζας ἐχούσας σκοροδομίμητον: φύσιν. Πολέμων δ ὁ περιηγητὴς ἐν τῷ περὶ Σαμοθρᾴκης καὶ κιττῆσαί φησι τῆς γηθυλλίδος τὴν Λητώ, γράφων οὕτως: "διατέτακται παρὰ Δελφοῖς τῇ θυσίᾳ τῶν Θεοξενίων, ὃς ἂν κομίσῃ γηθυλλίδα μεγίστην τῇ Λητοῖ, λαμβάνειν μοῖραν ἀπὸ τῆς τραπέζης, ἑώρακα δὲ καὶ αὐτὸς οὐκ ἐλάττω γηθυλλίδα γογγυλίδος καὶ τῆς στρογγύλης ῥαφανῖδος. "ἱστοροῦσι δὲ τὴν Λητὼ κύουσαν τὸν Ἀπόλλωνα κιττῆσαι γηθυλλίδος: "διὸ δὴ τῆς τιμῆς τετυχηκέναι ταύτης.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기