- 텍스트

Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 12

(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 12)

σταφυλῖνος.? "ἱκανῶς δὲ θρεπτικὸς καὶ εὐστόμαχος μέσως διαχωρητικός τε καὶ πνευματώδης, δύσπεπτος, οὐρητικὸς ἱκανῶς, διεγερτικὸς πρὸς ἀφροδίσια: "διὸ καὶ ὑπ ἐνίων φίλτρον καλεῖται. Νουμήνιος δ ἐν τῷ Ἁλιευτικῷ φησι: φύλλων δ ὅσσ1 ἄσπαρτα τά τ ἐρρίζωται ἀρούραις χείματος ἠδ ὁπόταν πολυάνθεμον εἰᾶρ ἵκηται, αὐχμηρὴν σκόλυμόν τε καὶ ἀγριάδα σταφυλῖνον, καὶ ῥάφυν ἐμπέδιον καὶ καυκαλίδ ἀγροιῶτιν. Νίκανδρος δ ἐν δευτέρῳ Γεωργικῶν φησιν ἐν δέ τε καὶ μαράθου καυλὸς βαθύς, ἐν δέ τε ῥίζαι πετραίου, ὁ σὺν δ αὐτὸς ἐπαυχμήεις σταφυλῖνος, σμυρνεῖον σόγκος τε κυνόγλωσσός τε σέρις τε: σὺν καὶ ἄρου δριμεῖα καταψήχοιο πέτηλα ἠδ ὅπερ ὄρνιθος κλέεται γάλα. μνημονεύει τοῦ σταφυλίνου καὶ Θεόφραστος. Φαινίας δ ἐν ε περὶ φυτῶν γράφει οὕτως: κἀν τῷ πρώτῳ δέ φησι:

"πετασώδη τὴν τῶν σπερμάτων ἀπείληφε φύσιν ἄννησον, μάραθον, σταφυλῖνος, καυκαλίς, κώνειον, κόριον, σκίλλα, ἣν ἔνιοι μυηφόνον. ἐπεὶ δὲ ἄρου ἐμνημόνευσεν ὁ Νίκανδρος, προσαποδοτέον ὅτι καὶ Φαινίας ἐν τῷ προειρημένῳ βιβλίῳ γράφει οὕτως : "δρακόντιον, ὃ ἔνιοι ἄρον ἀρωνια. τὸν δὲ σταφυλῖνον Διοκλῆς ἐν πρώτῳ Ὑγιεινῶν ἀσταφυλῖνον καλεῖ. σταφυλῖνος εὐχυλότερόν ἐστι τοῦ σταφυλίνου καὶ μᾶλλον θερμαντικώτερον, οὐρητικώτερον, εὐστόμαχον, εὐοικονόμητον, ὡς ὁ Δίφιλος ἱστορεῖ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION