- 텍스트

Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 9

(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 9)

κράμβη.? Εὔδημος ὁ Ἀθηναῖος ἐν τῷ περὶ λαχάνων κράμβης φησὶν εἶναι γένη τρία, τῆς τε καλουμένης ἁλμυρίδος καὶ λειοφύλλου καὶ σελινούσσης, τῇ δ ἡδονῇ πρώτην κεκρίσθαι τὴν ἁλμυρίδα. "φύεται δ ἐν Ἐρετρίᾳ καὶ Κύμῃ καὶ Ῥόδῳ, ἔτι δὲ Κνίδῳ καὶ Ἐφέσῳ: "χώραν γίγνεται. "ἡ δὲ σελινοῦσσα τὴν ὀνομασίαν ἔχει διὰ τὴν οὐλότητα: "ἐμφερὴς γάρ ἐστι σελίνῳ καὶ κατὰ τὴν ἄλλην πύκνωσιν. Θεόφραστος δὲ οὕτως γράφει: Δίφιλος δ ὁ Σίφνιός φησι: "κράμβη δὲ καλλίστη γίνεται καὶ γλυκεῖα ἐν Κύμῃ, ἐν δὲ Ἀλεξανδρείᾳ πικρά, τὸ δ ἐκ Ῥόδου φερόμενον σπέρμα εἰς Ἀλεξάνδρειαν ἐπὶ ἐνιαυτὸν γλυκεῖαν ποιεῖ τὴν κράμβην, μεθ ὃν χρόνον πάλιν ἐπιχωριάζει. Νίκανδρος δ ἐν Γεωργικοῖς: λείη μὲν κράμβη, ὁτὲ δ ἀγριὰς ἐμπίπτουσα σπειρομένῃς πολύφυλλος ἐνήβησε πρασιῇσιν ἢ οὔλη καπυροῖσιν ὀραμνῖτις πετάλοισιν ἢ ἐπιφοινίσσουσα καὶ αὐχμηρῇσιν ὁμοίη βατραχέη κύμη δὲ κακόχροος, ἣ μὲν ἐοίκε πέλμασιν οἷσι πέδιλα παλίμβολα κασσύουοσιν:

ἣν μάντιν λαχάνοισι παλαιόγονοι ἐνέπουσιν. μήποτε δὲ ὁ Νίκανδρος μάντιν κέκληκε τὴν κράμβην ἱερὰν οὖσαν, ἐπεὶ καὶ παρ Ἱππώνακτι ἐν τοῖς ἰάμβοις ἐστί τι λεγόμενον τοιοῦτον ὁ δ ἐξολισθὼν ἱκέτευε τὴν κράμβην τὴν ἑπτάφυλλον ᾗ θύεσκε Πανδώρη Θαργηλίοισιν ἔγχυτον πρὸ φαρμάκου. καὶ Ἀνάνιος δέ φησι:

καὶ σὲ πολλὸν ἀνθρώπων ἐγὼ φιλέω μάλιστα, ναὶ μὰ τὴν κράμβην. ἔφη. "ναὶ μὰ τὰν κράμβαν. "ναὶ μὰ τὴν κράμβην. ὁρ´κος καὶ οὐ παράδοξον εἰ κατὰ τῆς κράμβης τινὲς ὤμνυον, ὁπότε καὶ Ζήνων ὁ Κιτιεὺς ὁ τῆς στοᾶς κτίστωρ μιμούμενος τὸν κατὰ τῆς κυνὸς ὁρ´κον Σωκράτους καὶ αὐτὸς ὤμνυε τὴν κάππαριν, ὡς Ἔμπεδός φησιν ἐν Ἀπομνημονεύμασιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION